Ancient Greek · ~2 min
Ι
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 158
Not analysed yet
158. διὰ τί οἱ μὲν ἄλλοι θεοὶ ϲτρεπτοὶ λέγονται, τὸν δὲ Ἅιδην ἀνελεήμονά φηϲιν εἶναι ὅτι ἐκεῖνοι μὲν περὶ τῶν εἰϲ ἑαυτοὺϲ χαλεπαίνουϲιν ἁμαρτημάτων, διὸ καὶ ϲυγγινώϲκουϲιν, ὁ δὲ περὶ τῶν ἰδίων καὶ ἀλλοτρίων, διὸ καὶ ἄκαμπτόϲ ἐϲτιν· ὅθεν ἐντὸϲ οὐδεμιᾷ πόλει Ἅιδου βωμόϲ ἐϲτιν· Αἰϲχύλοϲ φηϲίν· μόνοϲ θεῶν γὰρ Θάνατοϲ οὐ δώρων ἐρῇ οὐδ’ ἄν τι θύων οὐδ᾿ ἐπιϲπένδων λάβοιϲ, οὐδ᾿ ἔϲτι βωμὸϲ οὐδὲ παιωνίζεται (fr. Niοb. ,156 Dind.) .