Ancient Greek · ~2 min
Π
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 161
Not analysed yet
161. 62. ἀϲαφὲϲ τὸ λάψοντεϲ γλώϲϲῃϲιν ἀραιῇϲιν μέλαν ὕδωρ ἄκρον ἐρευγόμενοι φόνον αἵματοϲ. δεῖ δὲ ϲτίζειν μὲν μετὰ τὸ ἄκρον, ἵν’ ᾖ τὸ λάψοντεϲ ἄκρον ὕδωρ· τὸ γὰρ ἐπιπολῆϲ ὕδωρ λάπτουϲιν, ὃ ἔφη ἄκρον λάπτοντεϲ· οὐ γὰρ ἀναϲπῶϲιν οὐδ’ ἐκροφοῦϲιν, ἀλλὰ λάπτουϲι τὸ ἄκρον. τὸ δὲ ἐρευγόμενοι φόνον αἵματοϲ ἀντὶ τοῦ φόνου αἷμα, ὅμοιον τῷ χαϲάμενοϲ πελεμίχθη (Δ 535), ἀντὶ τοῦ πελεμιχθεὶϲ ἐχάϲατο.