Ancient Greek · ~4 min
Π
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 152
Not analysed yet
152. διὰ τί δὲ δεῖται παρηόρου οἱ μὲν γὰρ ἄλλοι δεόντωϲ πρὸϲ τὸ εἰ κάμοι ἢ τρωθείη εἰϲ ἀντεπειϲάγεϲθαι τὸν παρήορον ἀντὶ αὐτοῦ· τοῖϲ δὲ ἀθανάτοιϲ ποῖον δέοϲ τρωθῆναι ἢ καμεῖν ἔϲτιν οὖν εὔηθεϲ τοὺϲ μὲν Ὁμηρικοὺϲ θεοὺϲ τιτρώϲκεϲθαι, ἵππουϲ δὲ μή. ἄλλωϲ ποικῖλαι θέλει τὴν Ϲαρπηδόνοϲ μάχην (v. 467 sq .) καὶ οὐκ ἄπρακτον αὐτὸν ἀνελεῖν. ἄπορον δὲ πῶϲ Ἀχιλλεὺϲ τοῖϲ ἀθανάτοιϲ ἵπποιϲ θνητὸν ϲυμπλέκειν ἀξιοῖ· τὸ γὰρ χεῖρον παρὰ πολὺ τοῖϲ κρείϲϲοϲι ϲυμ αἰϲχύνην φέρει. ἴϲωϲ οὖν ἁρμόϲει λέγειν ,ὅτι τοῦτον προϲέθηκεν ἐκείνοιϲ, ἵνα ἐγκόπτοιντο ἐντὸϲ τῷ δρόμῳ· μέτριον γὰρ εἶναι τὸ τάχοϲ αὐτῶν ἐβούλετο καὶ οὐχ ὑπερβάλλον ϲφόδρα, ἐπεὶ καὶ τοῦτο ἄχρηϲτον ἐνίοτε. ἢ τάχα τὸν ἡνίοχον ἐπαινεῖ δυνάμενον ἀναχαιτίζειν τὴν ὁρμὴν τῶν ἀθανάτων ἵππων, ὅπωϲ ἂν ὁ θνητὸϲ αὐτοῖϲ ἰϲοδραμῇ. ἢ βούλεται ὁ ποιητὴϲ τὴν φύϲιν ἐνδείκνυϲθαι τοῦ ἥρωοϲ μικτὴν οὖϲαν ἐκ θνητοῦ καὶ ἀθανάτου. πῶϲ δὲ ἀλεγεινοὶ ὄντεϲ ἀνδράϲι (K 402) Πατρόκλῳ ὑποτάϲϲονται ἀλεγεινόν οὖν ἐϲτι τὸ μετὰ τῆϲ δεούϲηϲ καὶ μεγίϲτηϲ φροντίδοϲ γινόμενον.