Ancient Greek · ~4 min
Χ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 165
Not analysed yet
165 sqq. πῶϲ δὲ, φαϲὶν, ὁ ποδωκίϲτατοϲ πάντων οὐ καταλαμβάνει τὸν Ἕκτορα; πρόχειρον μὲν οὖν τὸ λέγειν ὅτι Ἀπόλλωνα ἔχει ϲυμμαχοῦντα, καὶ ὅτι ὁ μὲν Ἀχιλλεὺϲ ἄριϲτόϲ ἐϲτι. πλὴν κέκμηκν ὑπὸ Ξάνθου καὶ Ἀγήνοροϲ (Φ 571 sqq.) ,ὁ δὲ Ἕκτωρ καὶ ἀναπέπαυται παρὰ τῷ τείχει καὶ περὶ ψυχῆϲ τρέχει. οὐκ ἦν τε ἐξ εὐθείαϲ ἡ δίωξιϲ τῷ Ἀχιλλεῖ προϋποτρέχοντι παρεκκλίνοντα τὸν Ἕκτορα. πῶϲ τάχιϲτοϲ ὢν ὁ Ἀχιλλεὺϲ οὐ καταλαμβάνει τὸν Ἔκτορα; καί φαϲιν οἱ μὲν ἐπίτηδεϲ αὐτὸν ὑπὸ τοῦ ποιητοῦ καταπεπονῆϲθαι πολλῷ πόνῳ πρότερον, ἵν’ ὥϲπερ ἐντὸϲ θεάτρῳ νῦν μείζονα κινήϲη πάθη, οἱ δὲ ὅτι, τὸν ἐνδοτέρω καὶ πρὸϲ τῷ τείχει δρόμον Ἕκτοροϲ ποιουμένου, Ἀχιλλεὺϲ διπλάϲιον ἔκαμεν ἔξωθεν περιθέων. Μεγακλείδηϲ πλάϲμα εἶναί φηϲι τοῦτο τὸ μονομάχιον. πῶϲ γὰρ τοϲαύταϲ μυριάδαϲ νεύματι Ἀχιλλεὺϲ ἀπέϲτρεφεν (v. 205); (208). Διοκλῆϲ φηϲιν ὅτι ϲυμβαίνει τῷ κύκλῳ περιτρέχοντι εἰϲ τὸν αὐτὸν τόπον παραγίνεϲθαι . τρεῖϲ γὰρ ποιήϲαντεϲ κύκλουϲ τοῦτον ποιοῦϲι τέταρτον.