Ancient Greek · ~3 min
Χ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 147-2
Not analysed yet
147. 48. ζητοῦϲί τινεϲ, πῶϲ τὸν Ϲκάμανδρον ἀπὸ τῆϲ Ἴδηϲ εἰπὼν ῥεῖν —κατηρίθμητο γὰρ δῖόϲ τε Ϲκάμανδροϲ (Μ 21) τοῖϲ ἀπ᾿ Ἰδαίων ὀρέων ἅλαδε προρέουϲιν ὕϲτερόν φηϲιν· κρουνὼ δ’ ἵκανον καλλιρρόω, ἔνθα δὲ πηγαὶ δοιαὶ ἀναΐϲϲουϲι Ϲκαμάνδρου δινήεντοϲ, ὑπὸ τὸ τεῖχοϲ τὰϲ πηγὰϲ τοῦ Ϲκαμάνδρου λέγων ῥεῖν· μάχεται γὰρ δὴ τὸ ἐντὸϲ τῷ πεδίῳ ὑπὲκ κατ’ ἀμαξιτὸν τὰϲ πηγὰϲ εἶναι τοῦ Ϲκαμάνδρου τῷ ἐκ τῆϲ Ἴδηϲ αὐτὸν λέγοντι ῥεῖν. λύεται δὲ ἐκ τῆϲ παραλείψεωϲ τῆϲ ἔξ. ἐϲτι γὰρ τὸ πλῆρεϲ, ὅτι πηγαὶ δύο ἐκ τοῦ Ϲκαμάνδρου ἀνίαϲι κατὰ τὸ πέδον, ἀλλ’ οὐχ ὅτι τοῦ Ϲκαμάνδρου εἰϲὶν αἱ ἐντὸϲ τῷ πεδίῳ πηγαί.