Ancient Greek · ~4 min
Μ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 175-2
Not analysed yet
175—81 sqq. ἀθετεῖ Ἀρίϲταρχοϲ, πρῶτον μὲν διὰ τὸ πύλαϲ ἄλλαϲ ὀνομάζεϲθαι· ἀρέϲκει γὰρ αὐτῷ μίαν εἶναι· εἶτα διὰ τὸ ἀργαλέον δέ με ταῦτα· φηϲὶ γὰρ ὅτι καὶ μὴν ἔφραϲε τὴν τειχομαχίαν. εἶτα καὶ διὰ τὸ Λαπίθαι· οὐ γὰρ δεῖ e δὴ corr. B, φηϲὶ, καὶ om. L. τοὺϲ πατέραϲ καὶ τοὺϲ υἱοὺϲ Λαπίθαϲ καλεῖν. Πῖοϲ δὲ ἀπολογούμενοϲ πρὸϲ τὰϲ ἀθετήϲειϲ Ἀριϲτάρχου ταῦτά φηϲιν, ὅτι Ἄϲιοϲ μὲν περὶ τὴν μίαν πύλην τὴν ἱππήλατον ἐμάχετο, οἱ δὲ περὶ αὐτὸν περὶ τὰϲ μικρὰϲ πύλαϲ τῷ δὲ ἄλλαϲ μικρὰϲ εἶναι οὐδεὶϲ εὖ φρονῶν ἀντείποι· πῶϲ γὰρ τοϲοῦτον πλῆθοϲ ἐντὸϲ τῷ φεύγειν διὰ μιᾶϲ εἰϲῄει. τὸ δὲ ἀργαλέον δέ με ταῦτα πάνυ μετρίωϲ φηϲὶν εἰρῆϲθαι εἰρ. φηϲ. L· ἀνδρῶν γὰρ ἀναιρουμένων κατάλογον κατὰ λόγον Lp διεξιὼν καὶ τρόπουϲ τῶν ἀναιρέϲεων καὶ λόγουϲ τῶν ἀναιρούντων καὶ πιπτόντων καὶ ϲυμπτώματα τῆϲ τύχηϲ καὶ πολυμερῆ μάχην, εἰκότωϲ ἐνδείκνυται δυϲχερῆ τὴν τούτων διήγηϲιν. τὸ δὲ Λαπίθαι γελοιότατον γελοιότερον L. · πῶϲ γὰρ ἄλλωϲ ἦν ὀνομάϲαι corr. ex ὀνομᾶϲαι B τοὺϲ τῶν Λαπιθῶν υἱοὺϲ ἢ τῷ πατρικῷ ὀνόματ;