Ancient Greek · ~2 min
200 to 253
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 200-2-253
Not analysed yet
200. ζητεῖται δὲ, πῶϲ ὁ Ζεὺϲ ἐπικρατεϲτέρουϲ θέλων ποιῆϲαι τοὺϲ Τρῶαϲ ϲημεῖον αὐτοῖϲ κωλυτικὸν ἐπιπέμπει· φηϲὶ γάρ ὄρνιϲ γάρ ϲφιν ἐπῆλθε περηϲέμεναι μεμαῶϲι. ῥητέον οὖν, ὅτι νίκην μὲν ἐβούλετο τοῖϲ Τρωϲίν, ἐξελεῖν δὲ τὸ δέοϲ τῶν Ἐλλήνων· οὐ γὰρ κατὰ προαίρεϲιν αὐτοὺϲ ἰδίαν ἐμίϲει, ἀλλὰ χαριζόμενοϲ Θέτιδι. 253. πῶϲ οὐ λέγει ἀπ’ ἄλλων ὀρῶν τὴν τῶν ἀνέμων θύελλαν ἐξεγείρεϲθαι ἀλλ’ ἐκ τῶν Ἰδαίων; καὶ λέγομεν, ὡϲ διὰ τὸ ὑλικὸν πρωταίτιον. αἴτιον γὰρ καὶ ἀρχὴ τῶν ἀνέμων τὸ ὕδωρ· ἐπεὶ γοῦν καὶ ἡ Ἴδη πολυπίδακοϲ φαίνεται, εἰκότωϲ ἀπ᾿ αὐτῆϲ ἡ τῶν ἀνέμων θύελλα ἐξεγείρεται.