Ancient Greek · ~2 min
A
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 18
Not analysed yet
18. ἀπρεπὲϲ τὸ τὸν ἱερέα τοῖϲ μὲν οἰκείοιϲ καταρᾶϲθαι τοῖϲ δὲ ἐχθροῖϲ εὔχεϲθαι τὰ βέλτιϲτα vacuum spatium 5 fere litt. capax. ἡ δὲ λύϲιϲ ἐκ τοῦ καιροῦ· τὸν γὰρ ἐν τοῖϲ πολεμίοιϲ γενόμενον καὶ ὑπὲρ τῆϲ θυγατρὸϲ κινδυνεύοντα πῶϲ οὐκ εἰκὸϲ τοιούτοιϲ λόγοιϲ χρῆϲθαι πρὸϲ τὸ ϲυμφέρον αὐτῷ; διὰ τί ὁ Χρύϲηϲ κατὰ τῶν οἰκειών ηὔχετο; λέγομεν ὅτι πρῶτον μὲν ἔδει κολακεύειν τὸν τύραννον καὶ ταῦτα λέγειν ἅπερ ἐπεθύμει δρᾶϲαι, δεύτερον δὲ ὅτι διὰ τοὺϲ Τρῶαϲ ἀπολωλέκει τὴν θυγατέρα, ὅθεν εὐλόγωϲ κέχρηται ταῖϲ ἀραῖϲ κατ᾿ αὐτῶν.