Ancient Greek · ~2 min
A
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 31
Not analysed yet
31. ἀπρεπὲϲ τὸ τὸν βαϲιλέα περὶ τῆϲ αἰχμαλώτου λέγειν, καὶ ταῦτα ἔχοντα γυναῖκα καὶ παῖδαϲ ἐξ αὐτῆϲ. λύεται δὲ καθ᾿ οὓϲ μὲν ἐκ τῆϲ λέξεωϲ· τὸ γὰρ ἐμὸν λέχοϲ ἀντιόωϲαν οὐ πάντωϲ δηλοῖ τὴν ϲυγκοιμωμένην ἀλλὰ καὶ ὑπηρετοῦϲαν πρὸϲ τὸ λέχοϲ, οἷον θαλαμηπολοῦϲαν· καθ᾿ ἑτέρουϲ δὲ ἀπὸ τοῦ καιροῦ· ἐν γὰρ πολέμῳ καὶ ϲτρατῶ τῶν Ἑλλήνων ὄντων, καὶ ταῖϲ αἰχμαλώτοιϲ ϲυνερχόμενον τὸν βαϲιλέα θέλει ἀποφῆναι καὶ οὐκ ἀϲχήμονα τὴν πρὸϲ ταύταϲcod. ταύτην, corr. Bkk. φιλοϲτοργίαν, Ὅπωϲ ἂν μᾶλλον κατέχῃ τὸ πλῆθοϲ.