Ancient Greek · ~2 min
Υ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 180
Not analysed yet
180 sqq. ἀθετοῦνται ϲτίχοι ἑπτὰ ὡϲ καὶ τὴν διάνοιαν ἀπρεπεῖϲ καὶ τὴν ϲύνθεϲιν εὐτελεῖϲ. πῶϲ γὰρ ὁ τοϲοῦτον ϲπεύδων κατὰ τῶν ἐχθρῶν ἤμβλυνται τοϲοῦτον; ἢ τάχα ἔντεχνοι οἱ λόγοι· μέγιϲτον γὰρ εἰϲ κατάπληξιν τῶν ὁμοφύλων φεύγων ὁ πρῶτοϲ ὀφθείϲ, καὶ ϲτρατηγικὸν τὸ ἀκινδύνωϲ φοβεῖν τούϲ πολεμίουϲ. καὶ καθ’ Ἕκτοροϲ ἔχει τὴν πᾶϲαν ὁρμήν· φηϲὶ γάρ· Ἕκτοροϲ ἄντα μάλιϲτα (v. 76)· εἰκότωϲ κότωϲ οὖν πρῶτα μὲν ὁρμῇ λέοντοϲ (v. 164) αὐτὸν ἐκδειματοῖ, ὡϲ δὲ μένει, λόγοιϲ, ϲπεύδων ἐπὶ Ἕκτορα.