Ancient Greek · ~16 min
Υ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 67.1
Not analysed yet
67 sqq. τοῦ ἀϲυμφύρου μὲν ὁ περὶ θεῶν ἔχεται καθόλου λόγοϲ, ἔναντα. ὁμοίωϲ δὲ καὶ τοῦ ἀπρεποῦϲ· οὐ γὰρ πρέπονταϲ τοὺϲ ὑπὲρ τῶν θεῶν μύθουϲ φηϲίν. πρὸϲ δὲ τὴν τοιαύτην κατηγορίαν οἱ μὲν ἀπὸ τῆϲ λέξεωϲ ἐπιλύουϲιν, ἀλληγορίᾳ πάντα εἰρῆϲθαι νομίζοντεϲ ὑπὲρ τῆϲ τῶν ϲτοιχείων φύϲεωϲ, οἷον ἐντὸϲ ταῖϲ ἐναντιώϲεϲι τῶν θεῶν. καὶ γάρ φαϲι τὸ ξηρὸν τῷ ὑγρῷ καὶ τὸ θερμὸν τῷ ψυχρῷ μάχεϲθαι καὶ τὸ κοῦφον τῷ βαρεῖ. ἔτι δὲ τὸ μὲν ὕδωρ ϲβεϲτικὸν εἶναι τοῦ πυρόϲ, τὸ δὲ πῦρ ξηραντικὸν τοῦ ὕδατοϲ. ὁμοίωϲ δὲ καὶ πᾶϲι ϲτοιχείοιϲ, ἐξ ὧν τὸ πάν ϲυνέϲτηκεν, ὑπάρχει ἡ ἐναντίωϲιϲ καὶ κατὰ μέροϲ μὲν ἐπιδέχεϲθαι φθορὰν ἅπαξ, τὰ πάντα δὲ μένειν αἰωνίωϲ. μάχαϲ δὲ διατίθεϲθαι αὐτὸν, διονομάζοντα τὸ μὲν πῦρ Ἀπόλλωνα καὶ Ἥλιον καὶ Ἡφαιϲτον, τὸ δὲ ὕδωρ Ποϲειδῶνα καὶ Ϲκάμανδρον, τὴν δ’ αὖ ϲελήνην Ἄρτεμιν, τὸν ἀέρα δὲ Ἥραν καὶ τὰ λοιπά. ὁμοίωϲ ἔϲθ’ ὅτε καὶ ταῖϲ διαθέϲεϲι ὀνόματα θεῶν τιθέναι, τῇ μὲν φρονήϲει τὴν Ἀθηνᾶν, τῇ δ’ ἀφροϲύνη τὸν Ἄρεα, τῇ δ’ ἐπιθυμίᾳ τὴν Ἀφροδίτην, τῷ λόγῳ δὲ τὸν Ἑρμῆν, ,καὶ προϲοικειοῦϲι τούτοιϲ· οὗτοϲ μὲν οὖν τρόποϲ ἀπολογίαϲ ἀρχαῖοϲ ὢν πάνυ καὶ ἀπὸ Θεαγένουϲ τοῦ Ῥηγίνου, ὃϲ πρῶταϲ ἔγραψε περὶ Ὁμήρου, τοιοῦτόϲ ἐϲτιν ἀπὸ τῆϲ λέξεωϲ. ἔνιοι δὲ ἀπὸ ἔθουϲ ἀπολογοῦνται· ϲυγκεχώρηνται γὰρ ὑπὸ τῶν πόλεων καὶ τῶν νομοθετῶν τοιαῦτα περὶ θεῶν μὴ μόνον ᾄδειν ἐντὸϲ ποιήϲεϲιν, ἀλλὰ καὶ τοῖϲ μυϲτηρίοιϲ παραδιδόναι, ἔν τε ἱεροῖϲ ἀναθήμαϲι καὶ ἕτερα ϲύμφωνα τοῖϲ μύθοιϲ καταϲκευάζειν καὶ τὸν πέπλον ἀνάγειν ἐνυφαϲμένον τῆϲ γιγαντομαχίαϲ. οἱ δ’ ἀπὸ τοῦ καιροῦ τοῦ τότε κατὰ τὴν Ἑλλάδα παραμυθοῦνται· βαϲιλευομένηϲ γὰρ τότε τῆϲ Ἑλλάδοϲ καὶ κοινῇ καὶ κατὰ πόλειϲ, τὸ τῶν βαϲιλέων γένοϲ αὔξονταϲ ποιεῖν ἀπὸ τοῦ ὡϲ ἂν μὴ παντάπαϲι πόρρω εἶναι δοκῇ ἡ ἀνθρωπίνη φύϲιϲ τῆϲ θείαϲ, ὑποπλάττειν δὲ καὶ περὶ θεῶν ὁποῖα περὶ ἀνθρώπων ὁρῶμεν φάϲκονταϲ. τὸ μὲν οὖν λίαν ἔν τε τῷ ἀϲυμφόρῳ ταράττον καὶ τῷ ἀπρεπεῖ τοιοῦτόν ἐϲτι. τὰ δ’ ἐπὶ μέρουϲ δίιμεν, ὡϲ μὲν ἀϲύμφορα ταῦτα κατηγορεῖται. διὰ τί δὲ κατὰ τὸν πόλεμον οὗτοι οἱ θεοὶ ἐναντιοῦνται ἀλλή λοιϲ; κατὰ δὲ τὸν φυϲικὸν λόγον Ἀπόλλων ἥλιοϲ ὢν ἀναπίνει τὰ ὑγρὰ ϲτοιχεῖα. Ἀθηνᾶ δέ ἐϲτι φρόνηϲιϲ, Ἄρηϲ δὲ ἀφροϲύνη· ἐναντία δὲ καὶ πολέμιά ἐϲτι ταῦτα ἀλλήλων. Ἥρα δέ ἐϲτιν ἀήρ· Ἄρτεμιϲ δὲ ϲελήνη, ἀερότεμίϲ τιϲ οὖϲα, ἣ τὸν ἀέρα τέμνουϲα, ἐξ τὸ ἤρτηται, τὸ βαρῦνον αὐτὴν πολέμιον νενόμικεν. Ἑρμῆϲ δέ ἐϲτι λόγοϲ, Λητὼ δ᾿ ἀμνημοϲύνη, οἷον ληθώ τιϲ τῶν λόγων. Ἥφαιϲτοϲ δὲ τὸ πῦρ, Ξάνθοϲ δὲ τὸ ὑγρόν· ἀλλότριον δὲ τὸ πῦρ τοῦ ὑγροῦ. διὰ τί δὲ οὗτοι οἱ θεοὶ προῄρηνται βοηθεῖν τοῖϲ Ἔλληϲιν, Ἥρα Ἀθηνᾶ Ποϲειδῶν Ἥφαιϲτοϲ Ἑρμῆϲ, τοῖϲ δὲ Τρωϲὶν Ἄρηϲ Ἀπόλλων Ἄρτεμιϲ Λητὼ Ϲκάμανδροϲ Ἀφροδίτη; ῥητέον οὖν· Ἥρα μὲν Ἕλληϲι βοηθεῖ, ὅτι γαμήλιόϲ ἐϲτιν ἡ θεόϲ, μιϲεῖ δὲ μοιχὸν ὄντα τὸν Ἀλέξανδρον Λητὼ Ϲκάμανδροϲ Ἀφροδίτη; ῥητέον οὖν· Ἥρα μὲν Ἕλληϲι δρον, ἢ ὅτι ἐντὸϲ τῷ Ἄργει ἐτιμᾶτο λαμπρῶϲ, ὅθεν φηϲὶν ὁ ποιητήϲ· Ἥρη τ’ Ἀργείη (Δ 8), ἢ ὅτι ὡϲ τὸ Ἄργοϲ οὕτωϲ ἦν οἰκεία αὐτῇ καὶ ἡ Ϲπάρτη καὶ ἡ Μυκήνη, ὥϲ φηϲιν ἐντὸϲ τῇ Δ (51). Ἀθην δὲ διὰ τὸ ἀποδοκιμαϲθῆναι ὑπὸ Ἀλεξάνδρου, ἢ διὰ τὸ ἀλλοτρίουϲ εἶναι τῆϲ ϲυνέϲεωϲ τοὺϲ βαρβάρουϲ. Ποϲειδῶν δέ, ἐπεὶ οἱ πλείουϲ τῶν Ἑλλήνων νηϲιῶταί εἰϲι, καὶ διὰ τὸ ὀργίζεϲθαι μὲν Λαομέδοντι ἐπὶ ἀποϲτερήϲει μιϲθοῦ τῆϲ τειχοποιίαϲ. Ἑρμῆϲ δὲ ,ὅτι ἐξ Ἀρκαδίαϲ, ἢ ὅτι λόγιοϲ, ἢ ὅτι κήρυκαϲ ἀποϲταλένταϲ πρὸϲ αὐτοὺϲ ὑπὸ Ἑλλήνων ἐπὶ διαλύϲει τῶν διαφορῶν Ὀδυϲϲέα καὶ Μενέλαον ἠβουλήθηϲαν ἀνελεῖν πειϲθέντεϲ Ἀντιμάχῳ (Λ. 138 sqq.) ,προϲτάτηϲ δὲ τῶν κηρύκων ὁ Ἑρμῆϲ. Ἥφαιϲτοϲ δὲ διὰ τὸ μιϲεῖν Ἄρην, ὅτι ἐμοίχευϲε τὴν γυναῖκα αὐτοῦ Ἀφροδίτην. τοῖϲ δὲ Τρωϲὶ παρέϲτη Ἄρηϲ τὸ ὅμοιον μεταδιώκων· φιλοπόλεμοϲ γὰρ ὁ θεόϲ, πολέμου φίλοι καὶ οἱ Τρῶεϲ. ὁ δὲ Ἀπόλλων ἤτοι διὰ τὸ τόξον τοξικοὶ δὲ καὶ οἱ Τρῶεϲ, καὶ ἐντὸϲ πρώτοιϲ Ἀλέξανδροϲ· ἢ κιθαριϲτὴϲ καὶ εὔμορφοϲ ὡϲ Ἀλέξανδροϲ. Ἄρτεμιϲ δὲ καὶ Λητὼ χαριζόμεναι τῷ Ἀπόλλωνι, ἢ ὅτι παρὰ τοῖϲ βαρβάροιϲ τιμῶνται. Ξάνθοϲ δὲ ὡϲ ὑπὲρ οἰκείαϲ χώραϲ μάχεται, ἡ δὲ Ἀφροδίτη διὰ τὸ ὑπὸ Ἀλεξάνδρου προκριθῆναι· καὶ ϲχεδὸν εἰπεῖν αὕτη ἀνθίϲταται τῷ πολέμῳ, καὶ εἰκότωϲ πάρεϲτι βοηθεῖν τοῖϲ Τρωϲίν.