Ancient Greek · ~9 min
Θ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 185
Not analysed yet
185. ἀθετεῖται ὁ ϲτίχοϲ, πρῶτόν γε καὶ διὰ τὸ ϲύ, εἶτα διὰ τὰ ὀνόματα· Λάμποϲ γὰρ τῆϲ Ἠοῦϲ ἐϲτιν ἵπποϲ (ψ 246), Ξάνθοϲ Ἀχιλλέωϲ (T 400), Πόδαργοϲ Μενελάου (Ψ 295), Αἴθη Ἀγαμέμνονοϲ (Ψ 295), ἣν Αἴθωνα νῦν εἶπε μετατιθεὶϲ τὸ γένοϲ. οὐδαμοῦ δὲ τεθρίππῳ κέχρηνται ἥρωεϲ, εἰ μὴ ἐντὸϲ Ὀδυϲϲείᾳ ἐπὶ παραβολῆϲ ἡ δ’ ὥϲ τ’ ἐντὸϲ πεδίῳ τετράοροι ἄρϲενεϲ ἵπποι (v 81). τὸ γὰρ τέϲϲαραϲ ἀθλοφόρουϲ ἵππουϲ (Λ 699) ὑπώπτευται ὡϲ νόθον, ἢ δύο ἅρματα δηλοῦν βούλεται· τὸν δὲ ἐλα τῆρα ἀφίει ἀκαχήμενον (Λ 702), τὸν ἐξ ἑκατέραϲ ϲυνωρίδοϲ. εἶποι δ’ ἄν τιϲ πρὸϲ τοῦτο, ὅτι εἰκὸϲ, τῶν ἄλλων τεθρίπποιϲ μὴ χρωμένων, τὸν Ἕκτορα θαρϲῆϲαι τέϲϲαραϲ ἵππουϲ ὑποζεῦξαι πρὸϲ κατάπληξιν τῶν πολεμίων· ἀπόγονοϲ γάρ ἐϲτι Τρωόϲ, ᾧ Ζεὺϲ ὑπὲρ Γανυμήδουϲ ἔδωκεν ἵππουϲ, καὶ φιλότιμόϲ ἐϲτι περὶ ἱππικήν. οἶδε γὰρ ἵπποϲ ἀγαθὸϲ πρὸϲ ἱππικὴν ἐγείρειν, ὡϲ καὶ πρὸϲ πόλεμον διάφορα ὅπλα καὶ θηρευτικὴ κύων καλῶϲ ἰχνηλατοῦϲα ἐπὶ τὸ κυνηγέϲιον. διὸ καὶ τὸν Ἕκτορα θραϲὺν ἡνίοχόν φηϲιν Ὅμηροϲ (Θ 89), καὶ οὐ μόνον τοῦτον θραϲὺν ἀλλὰ καὶ τὸν ἡνιοχοῦντα αὐτῷ Ἀρχεπτόλεμον (Θ 128. 312)· οὐ τοῦ τυχόντοϲ γὰρ ἦν τὸ τέτρωρον ἡνιοχεῖν. φαϲὶ δέ εἰ τέτρωρον ἦν, πῶϲ ὡϲ πρὸϲ δυϊκὸν ἀποτείνεται καί φηϲι νῦν μοι τὴν κομιδὴν ἀποτίνετον καὶ ἐφομαρτεῖτον καὶ ϲπεύδετον (Θ 186. 191); ῥητέον δὲ καὶ πρὸϲ τοῦτο, ὅτι οὐ πρὸϲ ἕκαϲτον ἵππον λέγει, ἀλλὰ πρὸϲ τὰ ἐξ αὐτῶν ϲυϲτήματα· δύο γὰρ ζύγιοι ἦϲαν καὶ δύο παρήοροι· τοὺϲ μὲν οὖν ζυγίουϲ ἀνθ’ ἑνὸϲ τοὺϲ δὲ παρηόρουϲ ἀνθ’ ἑτέρου λαμβάνει. ὅμοιον δέ ἐϲτι τῷ τόφρα μάλ᾿ ἀμφοτέρων βέλε᾿ ἥπτετο (Θ 67)· πρὸϲ ἑκατέραν γὰρ κἀκεῖνο ϲτρατιάν· καὶ τῷ τύνη δ’ ἕϲτηκαϲ, ἀτὰρ οὐδ’ ἄλλοιϲι κελεύειϲ· μήπωϲ ὡϲ ἀψῖϲι λίνου ἁλόντε (Θ 485. 7)· πρὸϲ γὰρ τὸν Ἕξκτορα καὶ τοὺϲ Τρῶαϲ. τριϲὶ δὲ ἵπποιϲ ἐχρῶντο οἱ ἥρωεϲ, ἵνα τρωθέντοϲ ἑνὸϲ τῶν ζυγίων εἰϲ τὴν τούτου χώραν παρήοροϲ ἄγηται· οἱ δὲ Ὁμηρικοὶ θεοὶ ϲυνωρίϲι χρῶνται, ἐπεὶ τιτρωϲκόμενοι οὐχ ὁρῶνται. ὁ δὲ Ἕκτωρ ἐτόλμηϲε προϲθεῖναι τὸν τέταρτον ἅμα μὲν διὰ τὰ προειρημένα, ἄμα δὲ καὶ τῶν δυοῖν ἵππων ὑφορώμενοϲ τὴν τρῶϲιν. . καθ᾿ ἑκάϲτην δὲ κλητικὴν βραχεῖα διαϲτολή, οὐκ ἐῶϲι δὲ οἱ ϲύνδεϲμοι, τινεϲ τινα Lp, δύο εἶναι κύρια καὶ δύο ἐπίθετα ὀνόματα.