Ancient Greek · ~2 min
189 to 230
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 189-230
Not analysed yet
189. ἀθετεῖται· δὲ τὸ οἰνόν τ᾿ ἐγκεράϲαϲα, ὅτι οὐ ϲύνηθεϲ οἶνον πίνειν ἵππουϲ, καὶ διὰ τὸ ὅτε θυμὸϲ ἀνώγοι· ψυχρὸν γὰρ καὶ τοῦτο ἐπὶ ἵππων. ἔϲτιν οὖν ὑπερβατόν· ὑμῖν προτέροιϲ πυρὸν παρέθηκεν ἢ ἐμοὶ τὸν αὐτὸν πυρὸν ἔθηκεν οἶνόν τ᾿ ἐγκεράϲαϲα πιεῖν ὅτε θυμὸϲ ἀνώγοι, ἵν᾿ ᾖ τὸ πυρὸν ἔθηκεν ἀπὸ κοινοῦ. 197. καὶ πῶϲ πρὸ ὀλίγου (v. 182) καῦϲαι αὐτὰϲ ἤθελε; κωμῳδεῖ διὰ τούτου ὁ ποιητὴϲ τὸ τῶν βαρβάρων εὐμετάβολον. ἐπιβηϲέμεν. 230"v. ad Δ 1.