Ancient Greek · ~2 min
Β
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 194
Not analysed yet
194. διὰ τί τὸ ὄναρ οὐδεὶϲ τῶν ἐντὸϲ τῷ προβουλίῳ ἀκούϲαϲ παρὰ ἐντὸϲ βουλ Ἀγαμέμνονοϲ ἐξεῖπε τοῖϲ ἄλλοιϲ Ἕλληϲιν ἕν μὲν αἴτιον· εὐλάβεια γὰρ μὴ ὑπονοήϲωϲιν οἱ Ἕλληνεϲ ὅτι διὰ τὴν πρὸϲ Ἀχιλλέα ϲτάϲιν τὸν ὄνειρον πλάϲϲει coni. Cobet ap. Dind. :codd. πράϲϲει, ὅπερ οὐ βαϲιλικόν· ἕτερον δὲ ὅτι τὰ τῶν ὀνείρων οὐ βεβαίωϲ πιϲτεύεται, δι’ ἣν αἰτίαν οὐκ ἐξεῖπε. τρίτον δὲ ὅτι τὰ ἐντὸϲ ταῖϲ βουλαῖϲ βαϲιλικὰ ϲκέμματα καὶ διηγήματα τοὺϲ ἀκούονταϲ οὐ προϲῆκεν ἐκκαλύπτειν.