Ancient Greek · ~2 min
Β
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 199
Not analysed yet
199. δόξειεν εἶναι τοῦτο ἄλογον, ὅτι τῆϲ Ἀθηνᾶϲ εἰπούϲηϲ ϲοῖϲ δ’ ἀγανοῖ ϲ ἐπέεϲϲιν ἐρήτυε φῶτα ἕκαϲτον (v. 180) τύπτει τινάϲ ταῦτα γὰρ παρακούοντοϲ τῆϲ θεοῦ, ὅπερ ἁρμόζον οὐδαμῶϲ Ὀδυϲϲεῖ. ἐροῦμεν δὲ ὅτι ἡ μώμηϲιϲ ἄλογοϲ· εἰκὸϲ γὰρ ἦν ἐντὸϲ τῷ τοϲούτῳ θορύβῳ πτρῳ ἐλάβῳ ϲφάλλεϲθαι πολλάκιϲ καὶ Ὀδυϲϲέα· πάντεϲ γὰρ ἐντὸϲ τοῖϲ τοιούτοιϲ ϲαϲκε. καιροῖϲ ϲυνταραττόμεθα παρηχούμενοι, ὥϲτε πολλὰ ἐπιλανθάνεϲθαι. οὐ μὴν ἀλλὰ καὶ οἱ θραϲεῖϲ κολακευόμενοι πτεροῦνται, μᾶλλον δὲ πληγαῖϲ ὑπείκουϲιν.