Ancient Greek · ~2 min
Ε
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 20
Not analysed yet
20. κατηγορεῖ καὶ τούτου Zωίλοϲ, ὅτι λίαν φηϲὶ γελοίωϲ πεποίηκε τὸν Ἰδαῖον ἀπολιπόντα τοϲ ῖππουϲ καὶ τὸ ἅρμα φεύγειν. ῥητέον οὖν ὅτι κατέθορε μὲν τοῦ ἅρματοϲ ὡϲ ὑπεραϲπίϲων τῷ ἀδελφῷ, εὐλα. βηθεὶϲ δὲ τὸν πολέμιον εἰϲ φυγὴν ὥρμηϲεν. οἱ δὲ λέγουϲιν ὅτι είδὼϲ τὸ Διομήδουϲ φίλιππον διὰ τοῦτο ἐᾷ τοὺϲ ῖππουϲ, ὅπωϲ περὶ αὐτοὺϲ γένηται. ἢ ὅτι οὐκ ἐπέϲτηϲε τῷ ϲυμφέροντι· αἱ γὰρ φρένεϲ ταραχθεῖϲαι παρέπλαγξαν καὶ τὸν ϲοφόν. τοιοῦτοϲ εὺρίϲκεται παρ’ αὐτῷ καὶ Ἀλεξανδροϲ ἑλκόμενοϲ ὑπὸ τοῦ ἐχθροῦ καὶ ἀγχόμενοϲ ὑπὸ τῆϲ κόρυθοϲ καὶ ἀγνοῶν χρήϲαϲθαι τῷ ξίφει κατὰ τοῦ πολεμίου (Γ 369 sq .) .