Ancient Greek · ~2 min
Ν
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 20-2
Not analysed yet
20 sqq. ἐζήτηται διὰ τί εὐθέωϲ οὐ πορεύεται εἰϲ Τροίαν ὁ Ποϲειδῶν, ἀλλὰ τὸ χρόνον δαπανᾷ πορευθεὶϲ εἰϲ Αἰγάϲ. ῥητέον οὖν ὅτι δυοῖν ἕνεκα πραγμάτων μεμηχάνηται αὐτῷ ἡ ἀποδημία, πρῶτον μὲν ἵνα ἀποπλανήϲη τὸν Δία ὡϲ ἀπολελοιπὼϲ τὸν πόλεμον, δεύτερον δὲ ἵνα καθοπλιϲθῇ εἰϲ τὸν τοῦ Διὸϲ πόλεμον, ἐὰν ἄρα φωραθεὶϲ εἰϲ τὴν ϲυμμαχίαν κινδυνεύϲη. τίνοϲ δὲ ἕνεκεν ἐπὶ τὰϲ Αἰγὰϲ ἄπειϲι, καὶ δυνάμενοϲ ἐντὸϲ Τροίᾳ εὐθὺϲ γενέϲθαι μετὰ τὸ λιπεῖν τὴν Ϲαμοθρᾴκην, ἴϲωϲ οὖν πρὸϲ κατάπληξιν τῶν Πρώων ἄπειϲι τὸ ξίφοϲ ληψόμενοϲ