Ancient Greek · ~2 min
3 to 18
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 3-2-18
Not analysed yet
3. Αὐτὸϲ δὲ πάλιν τρέπεν ὄϲϲε φαεινώ. ἀδύνατόν φαϲιν εἰ γὰρ ἀπετράπη ἀπὸ τῆϲ Ἰλίου ἐπὶ τὴν Μυϲίαν κατὰ τὰ τῆϲ Ἀϲίαϲ ἔθνη, ἀδύνατον τὴν Θρᾴκην καθορᾶν οὖϲαν ἐντὸϲ τῇ Εὐρώπη. λύεται δὲ ἐκ. τῆϲ λέξεωϲ· οὐ γὰρ λέγει τὴν Θρᾴκην αὐτὸν βλέπειν, ἀλλὰ τὴν Θρᾳκῶν γῆν, ἧϲ ἦϲαν ἄποικοι, κατοικοῦντεϲ δὲ Ἀϲίαν, Βιθυνοί τε καὶ οἱ Θυνοί, Θρᾳκῶν ἄποικοι. 18. εἰ ϲυνεχῆ, φηϲὶ, προέβαινε, πῶϲ παρακατιών φηϲι τρὶϲ μὲν ὀρέξατο (v. 20); ἢ τάχα τὸ κραιπνά ἀντὶ τοῦ πρόθυμα καὶ ἰϲχυρά.