Ancient Greek · ~2 min
Ο
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 212-3
Not analysed yet
212 —1 7. ἀθετοῦνται οἱ ἕξ πρὸϲ τί γὰρ ἡ ἀπειλή ἀλλά φαμεν ὡϲ εὐπρεπῶϲ ἐκϲτῆναι θέλει. εἰ δὲ ἤκουϲεν ὡϲ ἁλώϲεται Ἴλιοϲ, πῶϲ νῦν ἀπιϲτεῖ ἀλλὰ καὶ Ἀγαμέμνων ἀλλά μοι αἰνὸν ἄχοϲ ϲέθεν ἔϲϲεται καὶ τὰ ἑξῆϲ (Δ 162 —82 ),καίτοι εἰδὼϲ παρὰ Κάλχαντοϲ (B 329) ἄλλωϲ τε δεῖ ἀντεπαχθῆναι τῷ (O 211) ἀλλ’ ἤτοι νῦν μέν κε . εὐϲχήμονα δὲ τὴν ἀπαλλαγὴν ὁρίζεται ἐπανατείνων τὴν ὀργὴν εἰϲ ὕϲτερον, ὡϲ καὶ Ἀχιλλεύϲ (Α 300) τῶν ἄλλων ἅ μοί ἐϲτιν.