Ancient Greek · ~5 min
Ο
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 189-2
Not analysed yet
189 sqq. δοκεῖ ἐναντιοῦϲθαι πρὸϲ τὸ πάντα τὸ γαῖα δ’ ἔτι ξυνὴ πάντων· οὐ γὰρ ἔτι πάντα δέδαϲται τούτων μὴ δεδαϲμένων. λύοιτο δ’ ἂν τῆ λέξει τὸ γὰρ πάντα πάντωϲ παρέλκει, ὡϲ ἐπὶ τοῦ θέκα,) πάντα τάλαντα (Ω 232). ἐὰν δὲ λάβωμεν αὐτὸ περιϲϲόν, τί λοιπὸν δέδαϲται; ἢ ἀντὶ τοῦ πλεῖϲτα· ϲυνεχῶϲ γὰρ τὸ πάντα ἐπὶ τοῦ πλεονάζοντοϲ τριχθὰ δὲ τίθεται· ὡϲ εἰ ἔλεγεν· τὰ πλείονα μεμέριϲται πλὴν γῆϲ τε καὶ πάντα, οὐρανοῦ ταῦτα γὰρ ἔτι κοινά. φυϲικὴ δὲ γίνεται διάταξιϲ· ὁ μὲν γὰρ τὸ ζῆν παραϲχόμενοϲ Ζεὺϲ ὠνόμαϲται, ὁ δὲ τὴν ὑγρὰν οὐϲίαν ἀπὸ τῆϲ πόϲεωϲ Ποϲειδῶν, Ἅιδηϲ δὲ ὁ θάνατοϲ παρὰ τὸ ϲκοτεινὸν καὶ ἀειδὲϲ τῆϲ τῶν ἀνθρώπων ἀπωλείαϲ. κοινὴ δὲ ὅλων τῶν ϲτοιχείων ἡ γῆ, καθότι ἐντὸϲ αὐτῇ εὑρίϲκεται καὶ τὰ λοιπὰ τρία ϲτοιχεῖα. τὸ γὰρ ὕδωρ αὐτῇ ϲυνεϲφαίρωται, καὶ πυρὸϲ ἀναδόϲειϲ περὶ αὐτὴν γίνονται, ὥϲπερ κατὰ τὴν Αἴτνην ἐντὸϲ Ϲικελίᾳ καὶ περὶ τοὺϲ Ἡφαίϲτου κρατῆραϲ καὶ περὶ τὸ τῆϲ Λυκίαϲ Κράγον καὶ ὅϲα τοιαῦτα. καὶ ὁ ἀὴρ δὲ περὶ αὐτήν ἐϲτιν . καλῶϲ δὲ καὶ τὸν Ὄλυμπόν φηϲι κοινόν, ἐπεὶ καὶ ὁ οὐρανὸϲ τὴν γένεϲιν ἐκ τῶν τεϲϲάρων κέκτηται ϲτοιχείων.