Ancient Greek · ~2 min
215 to 249
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 215-249
Not analysed yet
215. 16. διὰ τί μέλανα καὶ ὑπόρρηνα ἐπαγγέλλεται τὰ πρόβατα καἰ ῥητέον ὅτι μέλανα μέν, ἐπεὶ νυκτὸϲ ἐπορεύοντο, ὑπόρρηνα δὲ ϲυμβόλῳ τινὶ αἰϲίῳ, ἵνα ἔγκαρπον τὴν πορείαν ποιήϲωνται. 249. ζητεῖται δὲ πῶϲ Ὀδυϲϲεὺϲ νῦν μὲν ἐπαινούμενοϲ ἄχθεται, παρὰ δὲ τοῖϲ Φαίαξι φίλαυχόϲ ἐϲτι (ι 19. 2). ῥητέον ὅτι ἐνταῦθα μὲν L f. 212a. παραιτεῖται τὸν ἔπαινον, ἐπεὶ προείληφεν ἡ γνῶϲιϲ, παρὰ δὲ τοῖϲ Φαίαξιν οὐδαμῶϲ ἀρνεῖται, ἵνα γνωϲθεὶϲ μᾶλλον τῆϲ ἐπανόδου τύχῃ.