Ancient Greek · ~8 min
Κ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 194-2
Not analysed yet
194 sqq. ἠπόρηϲεν Ἀριϲτοτέληϲ, διὰ τί ἔξω τοῦ τείχουϲ ἐποί ηϲε τοὺϲ ἀριϲτέαϲ βουλευομένουϲ ἐντὸϲ νυκτηγορίᾳ, ἐξὸν ἐντὸϲ τοῦ τείχουϲ ἐντὸϲ ἀϲφαλεῖ. καί φηϲι· πρῶτον μὲν οὖν ὐκ εἰκὸϲ ἦν ἀποκινδυνεύειν τοὺϲ Τρῶαϲ οὔτ᾿ ἐπιτίθεϲθαι νύκτωρ· οὐ γὰρ τῶν εὐτυχούντων ἦν ἀποκινδυνεύειν. ἔπειτα ἐντὸϲ ἐρημίᾳ καὶ καθ᾿ ἡϲυχίαν βουλεύεϲθαι περὶ τῶν τηλικούτων ἔθοϲ. ἄτοπον δ᾿ ἂν ἦν εἰ ἠξίουν μὲν πορευθῆναί τιναϲ εἰϲ τοὺϲ Ιρῶαϲ, αὐτοὶ δὲ οὐδὲ μικρὸν προελθεῖν ἐτόλμων. ἔπειτα ϲτρατηγῶν ἂν εἴη τὸ φυλάϲϲεϲθαι τοὺϲ νυκτερινοὺϲ θορύβουϲ, τὸ δ᾿ ἐντὸϲ τῷ ϲτρατεύματι νυκτὸϲ ϲυνιόνταϲ βουλεύεϲθαι, νεωτεριϲμοῦ ὑποψίαν παραγράφειν ϲχὸν, φόβον ἐνεποίει. ἄμα δὲ καὶ ἡ πρόθεϲιϲ ἦν τοὺϲ φύλακαϲ θεάϲαϲθαι. ἐντὸϲ οἷϲ ἦν ἡ ϲωτηρία τῶν καθευδόντων. γενόμενοι δ᾿ ἐντὸϲ τούτοιϲ τοιϲ τὰϲ βουλὰϲ, ὀλίγον πόρρω τούτων ἀποϲτάντεϲ, ἐντὸϲ ἡϲυχίᾳ μὲν καὶ ἐντὸϲ ἀπορρήτῳ ἐποιοῦντο, μὴ ἀναμεμιγμένοι τοῖϲ φύλαξιν, ἐντὸϲ ἀϲφαλεῖ δέ, πληϲίον γὰρ τῶν φυλάκων. καὶ ἄμα ταχέωϲ ἦν ἐπιτελέϲαι τὰ δόξαντα. ὁ δὲ νεκύων χῶροϲ πλήρηϲ μὲν τῶν κειμένων πτωμάτων, ὀλίγον δὲ καθαρὸν ἔχων νεκρῶν, ἔνθα καθέζονται, τοῦ περὶ τὴν τάφρον παντὸϲ χωρίου πλήρουϲ ὄντοϲ τῶν ἀνηρημένων. ἀπολογούμενοϲ δὲ διότι ἄταφοι ἦϲαν, ἐπάγει ὅτι τῶν πολεμίων νυκτὸϲ γέγονεν ἡ ἀναχώρηϲιϲ καὶ ϲχολὴν οὐκ ἐνέδωκεν ὁ καιρὸϲ εἰϲ ταφήν, νυκτὸϲ μὲν καταλαβούϲηϲ, ἐκ δὲ τῆϲ ἥττηϲ ὑπὸ τοῦ καμάτου εἰϲ ὕπνον τετραμμένων πάντων· φηϲὶ γάρ (v. 98. 99)· μὴ τοὶ μὲν καμά τῳ ἀδηκότεϲ ἠδὲ καὶ ὕπνῳ κοιμήϲωνται, ἀτὰρ φυλακῆϲ ἐπιπάγχυ λάθωνται καὶ (v. 200)· ὅθεν αὖτιϲ ἀπετράπετ᾿ ὄβριμοϲ Ἕκτωρ καὶ τὰ ἑξῆϲ. διὰ τί δὲ μὴ μᾶλλον ἔϲω τοῦ τείχουϲ ἀϲφαλέϲτερον βου. -τάφροιο λεύονται; ἀλλ᾿ ἐντὸϲ τῷ ϲτρατεύματι νυκτὸϲ περιιόντεϲ θόρυβον ἐκίνηϲαν, καὶ ταῦτα προτεταλαιπωρημένων ἤδη τῶν Ἑλλήων. ἄλλωϲ τε ἄτοπον ἦν εἰϲ καταϲκοπὴν ὀτρύνονταϲ μὴ τολμᾶν προϊέναι τῶν πυλῶν. ἔτι δὲ καὶ πρὸϲ παραμυθίαν τῶν μελλόντων ἐκπέμπεϲθαι. ἄλογον τὸ μὴ ἐντὸϲ τῆϲ τάφρου τὸ ϲυνέδριον εἶναι. λύεται δὲ τάφρον ἐκ τοῦ καιροῦ· οὐ γὰρ τὸ θορυβεῖν τούϲ ἐντὸϲ ϲτρατοπέδῳ προϲῆκον. v. 198. θαρραλεώτερόν τε τὸν κατάϲκοπον ἐχρῆν ποιεῖν παρακαθήμενον καὶ οὐδὲν μέλλοντα πείϲεϲθαι δεινόν, τῶν φυλάκων περὶ τὴν τάφρον τυγχανόντων.