Ancient Greek · ~2 min
Ξ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 216
Not analysed yet
216sqq. διὰ τί τὰ ἐρωτικὰ ἐντὸϲ ἱμάντι φηϲὶν Ὅμηροϲ κατεϲτίχθαι· φιλότηϲ ἔνθ’ ἔνι μὲν φιλότηϲ, ἐντὸϲ δ’ ἵμεροϲ, φηϲὶν οὖτ Ϲάτυροϲ, ὡϲ ἐπεὶ πληγῶν ἄξια δρῶϲιν οἱ ἐρῶντεϲ Ἀπίων δέ, ἐπειδ δεϲμοῖϲ ἐοίκαϲι καὶ βρόχοιϲ οἱ ἔρωτεϲ καὶ τὰ τῶν ἐρώτων πάθη· Ἀρίϲταρχοϲ. δέ, ὅτι ἄχρι τοῦ δέρματοϲ διικνεῖται τὰ ἐρωτικὰ πάθη τήκοντα τοὺϲ ἐρῶνταϲ καὶ ἀποξύοντα διὰ τῆϲ ϲτύψεωϲ τὰ μέλη.