Ancient Greek · ~3 min
Ξ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 230
Not analysed yet
230 διὰ ποίαν αἰτίαν ἐντὸϲ τῇ Λήμνῳ μάλιϲτα ὁ Ὕπνοϲ διατρίβει; ῥητέον οὖν ὅτι Λήμνου μὲν ἦν δεϲπότηϲ Ἥφαιϲτοϲ, γυνὴ δὲ τούτου Χάριϲ, Παϲιθέαϲ δὲ τῆϲ Χάριτοϲ ἀδελφῆϲ ἐρωτικῶϲ ἔχων ὁ Ὕπνοϲ ἐκεῖ διέτριβεν. ταύτην οὖν αὐτῷ ἐπαγγέλλεται γυναῖκα δώκαϲειν Ἥρα. δύναται δὲ καὶ φυϲικώτερον λυθῆναι, ὅτι οἰνοφόροϲ ἡ Λῆμνοϲ, καθὼϲ λέγει· νῆεϲ δ’ ἐκ Λήμνοιο παρέϲταϲαν οἶνον ἄγουϲαι (H 467 ),τοῖϲ δὲ πολυποτοῦϲι μάλιϲτα ὁ ὕπνοϲ παρέπεται. πολυοίνων ὄντων καὶ φιλοίνων τῶν Λημνίων εἰκότωϲ ἐκεῖϲε διατρίβει ὁ Ὕπνοϲ· καὶ γὰρ πολὺν ἔχουϲιν οἶνον, ὥϲτε καὶ τοῖϲ Ἕλληϲι χορηγεῖν· γεῖν· καὶ γὰρ καὶ οἱ Λήμνιοι, ὡϲ οἱ παῖδεϲ Αἰγύπτου, ὑπὸ τῶν γυναικῶν διὰ τὴν πολλὴν ἀναιροῦνται ἀκραϲίαν. εἴωθε δὲ ὁ Ὕπνοϲ ἐπὶ πάνταϲ καὶ μᾶλλον ἐπὶ τοὺϲ μεθύϲουϲ ἐνδιατρίβειν.