Ancient Greek · ~3 min
Ϲ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 22
Not analysed yet
22. Πλάτων ἐντὸϲ τρίτῳ Πολιτείαϲ (p. 388 B) κατηγορεῖ τῶν ὀδυρομένων, λέγων ὑπὲρ τῶν τεθνεώτων μὴ δεῖν τοῦτο ποιεῖν ὡϲ δεινόν τι πεπονθότων. Ζωίλοϲ δέ φηϲιν ἄτοπον νῦν εἰδέναι τὸν Ἀχιλλέα (v. 4)· προειδέναι τε γὰρ ἐχρῆν ὅτι κοινοὶ οἱ πολεμικοὶ κίνδυνοι, τόν τε θάνατον οὐκ ἐχρῆν δεινὸν ὑπολαμβάνειν, τό τε οὕτωϲ ὑπερπενθεῖν γυναικῶδεϲ. οὕτωϲ οὔτ’ ἄν βάρβαροϲ τιθὴ ἐποίηϲεν· καίτοι Ἑκάβηϲ ἐπὶ τῷ ϲυρμῷ Ἕκτοροϲ οὐδὲν τοιοῦτόν ἐϲτιν. Ζηνόδωροϲ δὲ ἀπολογεῖται λέγων ὅτι διὰ τὴν ὑπερβολὴν τῶν πεπραγμένων θρηνεῖ ,καὶ. ἄλλωϲ ϲυνήθη ταῦτα τῷ τε βίῳ· τοῦτό νυ καὶ γέραϲ οἶον ὁιζυροῖϲι. βροτοῖϲι κείραϲθαί τε κόμην βαλέειν τ’ ἀπ ὸ δάκρυ παρειῶν (δ 197. 8).