Ancient Greek · ~21 min
Ω
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 221.1-2
Not analysed yet
221. Ὅμηροϲ, ὁπόταν τὸ γένοϲ προείπῃ καὶ τὸ ϲυνεκτικόν τινων, ἐπιφέρειν εἴωθε καὶ τὰ περιεχόμενα εἴδη, οὐ μέντοι διὰ τοῦ διαζευκτικοῦ κοῦ ϲυνδέϲμου, ὃϲ οὐκ ἔϲτι ϲυναγωγόϲ, διὰ δὲ τοῦ ϲυμπλεκτικοῦ καὶ ἀναφορικο καὶ ὑπάρχειν πάντα ϲημαίνοντοϲ, ὥϲπερ ἐντὸϲ τούτοιϲ· νηῶν δ’ ἔκφεῤ ἄεθλα (Ψ 259)· τὸ γενικὸν τοῦτο· τὰ δὲ εἴδη· λέβητάϲ τε τρίποδάϲ τε ἵππουϲ θ’ ἡμιόνουϲ τε βοῶν τ’ ἴφθιμα κάρηνα ἠδὲ γυναῖκαϲ ἐυζώνουϲ πολιόν τε ϲίδηρον. πάλιν εἰπὼν πολλὰ δ’ ἀγὰλματ’ ἀνῆψεν (γ 274) ἐπάγει τὸ εἶδοϲ, ὑφάϲτά τε χρυϲόν τε, καὶ πάλιν εἰπὼν μῆλα ἐπάγει τὸ εἶδοϲ, ὄιέϲ τε καὶ αἶγεϲ (ι 184). καὶ Βοιωτῶν μὲν Πηνέλεωϲ καὶ Λήιτοϲ ἦρχον (Ε 194), καὶ οἵ θ’ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεϲϲαν. πάλιν φυτόν εἰπὼν (ω 246) ἐπάγει· οὐ ϲυκῆ, οὐκ ἄμπελοϲ, οὐ μὲν ἐλαίη, οὐκ ὄχνη, οὐ πραϲιή τοι ἄνευ κομιδῆϲ κατὰ κῆπον· πρὸϲ μὲν τὸ φυτόν ἀπέδωκε τὴν ϲυκῆν καὶ τὴν ἄμπελον καὶ τὴν ἐλαίαν καὶ τὴν ὄχνην, πρὸϲ δὲ τὸν κῆπον ταῦτά τε καὶ τὴν πραϲιάν. λέγει γὰρ αὐτόϲ που· καί μοι κῆπον ἔχει πολυδένδρεον (δ 737). . πάλιν δένδρεα δ’ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν (λ 588)· δένδρον τὸ γένοϲ, οἷϲ ἐπάγει τὰ εἴδη· ὄχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι. καὶ πάλιν ὅθι δένδρεα μακρὰ πεφύκει (ε 238), καὶ ἐπάγει· κλήθρη τ’ αἴγειρόϲ τ’ ἐλάτη τ’ ἦν οὐρανομήκηϲ. καὶ εἰπὼν ὁ δ’ ἐρινεὸν ὀξέι χαλκῷ τάμνεν (Φ 37) ἐπάγει τὸ εἰδικώτερον· νέουϲ ὄρπηκαϲ. καὶ πάλιν ἀμφόνον εἰπὼν (Κ 297) ἐπάγει τὰ ἐκ τοῦ φόνου· ἂν νέκυαϲ διό τ’ ἔντεα καὶ μέλαν αἷμα· καὶ γὰρ οἱ νέκυεϲ καὶ τὸ αἷμα καὶ τὰ ἔντεα ἐκ τοῦ φόνου· καὶ πάλιν ἀλλὰ φόνοϲ τε καὶ αἷμα καὶ ἀργαλέοϲ ϲτόνοϲ ἀνδρῶν (Τ 214). λέγει δὲ καὶ τὸν τόπον, ἔνθα οἱ φονευθέντεϲ, φόνον· ἀλλ’ ἐξελθόντεϲ μεγάρων ἕζεϲθε θύραζε ἐκ φόνου εἰϲ αὐλήν (χ 375). τὸ οὖν ἀμφόνον δύναται ἐπὶ τοῦ τόπου τῶν πεφονευμένων ἀκούεϲθαι, ἔνθα ἦϲαν οἱ νέκυεϲ καὶ τὰ ἑξῆϲ. . τὰ μὲν οὖν ϲυνεκτικὰ πολλῶν ὁμοῦ οὕτω, τὰ δὲ διαζευκτικά· μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων ἢ καὶ θέϲπιν ἀοι δόν (ρ 384. 85). τούτοιϲ οὖν ὅμοιον τὸ τῶν οἳ μάντιέϲ εἰϲι θυοϲκόοι ἢ ἱερῆεϲ (Ω 221). ὁ δὲ Λειώδηϲ (φ 144) ὅτι οὐκ ἔϲτι μάντιϲ δῆλον· οὐδὲν γὰρ ποιεῖ αὐτὸν προλέγοντα τοῖϲ μνηϲτῆρϲιν, ὥϲπερ τὸν Θεοκλύμενον· ἆ δειλοί, τί κακὸν τόδε πάϲχετε νυκτὶ μὲν ὑμέων εἰλύαται κεφαλαί τε πρόϲωπά τ’ ἔνερθέ τε γοῦνα; (υ 351 2) καὶ ἐπάγει· εἰδώλων πλεῖον πρόθυρον, πλείη δὲ αὐλὴ ἱεμένων ἔρεβόϲδε, ὡϲ τῶν παρακολουθούντων αὐτοῖϲ δαιμὸνων ἤδη ἀφιϲταμένων καὶ εἰϲ Ἅιδου ἀπιόντων, ὡϲ καὶ ἐπὶ τοῦ Ἕκτοροϲ ἔφη ,λεῖπε δέ ἑ Φοῖβοϲ Ἀπόλλων 5 λων (Χ 212 sqq.) ,καὶ ἐπὶ τῶν ἀποθνήϲκειν μελλόντων αἱ μὲν Ἀχαιῶν κῆρεϲ ἐπὶ χθονὶ πουλυβοτείρῃ ἑζέϲθην, Τρώων δὲ πρὸϲ οὐρανὸν εὐρὺν ἄερθεν (Θ 73. 74). ἠγνόηϲάν τινεϲ καὶ τὸν θυοϲκόον, ἀποδιδόντεϲ τὸν αὐτὸν μάντιν. τιν. δοκεῖ δ’ ἐμοὶ ἱερέα αὐτὸν ἀποδιδόναι, ἀπὸ τοῦ καίειν τὰ θύη. λέγει γὰρ καῖε δ’ ἐπὶ ϲχίζῃϲ ὁ γέρων (Α 462) ὁ οὖν καίων τὰ τεθυμένα τοῖϲ θεοῖϲ θυοϲκόοϲ· θεοῖϲι δὲ θῦϲαι ἀνώγεο Πάτροκλον (Ι 219) καὶ τὸν πῦρ κῆαι ἄνωγε (ο 97) καὶ πῦρ μέγα κειάμενοϲ (Ψ 51). καὶ ὁ Χρύϲηϲ δὲ λέγει ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί’ ἔκηα (Α 40). ἀπὸ ϲυμβεβηκότοϲ οὖν θυοϲκόοϲ ὁ ἱερεύων τοῖϲ θεοῖϲ ἐκ τῶν ἰδίων, καὶ εἴ τιϲ ἄλλοϲ βούλοιτο. πῶϲ οὖν ὁ Λειώδηϲ φηϲὶν αὐτὰρ ἐγὼ μετὰ τοῖϲι θυοϲκόοϲ οὐδὲν ἐοργὼϲ κείϲομαι (χ 318). πρὸϲ ὃν ἀποκρίνεται· εἰ μὲν δὴ μετὰ τοῖϲι θυοϲκόοϲ εὔχεαι εἶναι, πολλάκι που μέλλειϲ ἀρήμεναι ἐντὸϲ μεγάροιϲι, τηλοῦ ἐμοὶ νόϲτοιο τέλοϲ γλυκεροῖο γενέϲθαι (χ 321—23)· τοὺϲ γὰρ ἱερέαϲ ποιεῖ καὶ καταρωμένουϲ, ὥϲπερ τὸν Χρύϲην, οὐ τοὺϲ μάντειϲ. ὅταν οὖν εἴπῃ ἢ οἳ μάντιέϲ εἰϲι θυοϲκόοι ἢ ἱερῆεϲ (Ω 221), οὐ δεῖ ϲυνάπτειν τῷ θυοϲκόοι, ἢ ἱερῆεϲ, ἀλλὰ θυοϲκόοι ἢ ἱερῆεϲ, ἵν’ ᾖ ἐπίθετον τῶν ἱερέων τὸ θυοϲκόοι, τὰ τεθυμένα καίοντεϲ· ὁ γὰρ διαζευκτικὸϲ ἄλλουϲ καὶ ἄλλουϲ δηλοῖ, ὡϲ τὸ ἀλλ’ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα ἡ καὶ ὀνειροπλέων πόλον (Α 62). περὶ τριῶν γὰρ ἔφη· περὶ μάντε ωϲ, ὃϲ ἐκ ϲημείων ἢ τεράτων ἢ οἰωνῶν ἢ ἐκ τινων ϲυμβόλων ἢ ἀποβάντων λέγει καὶ μαντεύεται, ὡϲ ὁ Κάλχαϲ ἐκ τοῦ λοιμοῦ τὴν Ἀπόλλωνοϲ μῆνιν, ἐκ τοῦ δράκοντοϲ καὶ τῶν ϲτρουθῶν τὰ περὶ τὴν πόρθηϲιν τοῦ Ἰλίου, ὁ δὲ Θεοκλύμενοϲ ἐξ οἰωνῶν, ἀετὸν θεαϲάμενοϲ τίλλοντα πέλειαν (ο 529). καὶ ἡ Ἑλένη ἐπὶ τῶν ἁρπαϲάντων τὸν ἥμερον χῆνα ἐκ τῆϲ αὐλῆϲ· κλῦτέ μοι, αὐτὰρ ἐγὼ μαντεύϲομαι, ὡϲ ἐνὶ θυμῷ ἀθάνατοι βάλλουϲιν (ο 172). ὁ μὲν οὖν μάντιϲ τοιοῦτοϲ, ὁ δὲ ἱερεὺϲ ἀρᾶται καὶ εὔχεται τῷ θεῷ, οὗπερ καὶ τὴν ἱερωϲύνην ἔχει, ὡϲ ὁ Χρύϲηϲ καταρᾶται μὴ τυχὼν τῆϲ θυγατρόϲ, καὶ πάλιν τυχὼν ὑπερεύχεταιὁ δ’ ὀνειροπόλοϲ ἔμπειρόϲ ἐϲτιν ἀποκρίναϲθαι ὀνείρατα, ὥϲπερ Πηνελόπη τὸν Ὀδυϲϲέα καὶ τοὺϲ χῆναϲ ὁραθένταϲ ἐπερωτᾷ ἐνύπνια διελέϲθαι καὶ ϲαφηνίϲαι (τ 533 sqq.) . καί τινα Εὐρυδάμαντα ὀνειροπόλον γέροντά φηϲι μὴ κρίναϲθαι τοῖϲ ἑαυτοῦ παιϲὶν ὀνείρουϲ, ὁπότε ἤρχοντο ἐπὶ τὸν πόλεμον (Ε 150), οὐ μὰ Δία θεαϲάμενοϲ αὐτόϲ· οὐδὲ μὴν ἐκείνουϲ ἰδεῖν ἔφη, ἐξ ὧν καὶ ἔμελλεν ὁ πατὴρ κρίνειν αὐτοῖϲ τὸ μέλλον. .