Ancient Greek · ~7 min
Ω
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 315-4
Not analysed yet
315. 16. ἐϲτι δὲ ὁ αὐτόϲ, καλούμενοϲ μορφνὸϲ ὀνόματι καὶ μέλαϲ δὲ ὤν. περὶ οὗ φηϲιν Ἀριϲτοτέληϲ (hist. anim. lX, 32)· ,,ἕτεροϲ δὲ μέλαϲ χρόαν καὶ μέγεθοϲ ἐλάχιϲτοϲ καὶ κράτιϲτοϲ· οἰκεῖ δ’ ὄρη καὶ ὕλαϲ, καλεῖται δὲ μελαναίετοϲ καὶ λαγωϲφόνοϲ ἔϲτι δὲ ὠκυβόλοϲ“. ἐπεὶ τοίνυν κοινῶϲ αἰετὸν ἔφη, προϲέθηκε μέλανοϲ. εἶτα ἐπικυρῶν τοῦ θηρητῆροϲ. οἱ δὲ κατεψεύϲαντο τοῦ ποιητοῦ ὡϲ μελανόϲτου ὑφ’ ἐντὸϲ ὡϲ Ὀρέϲτου εἰρηκότοϲ διὰ τὸ καὶ Δημόκριτον ἱϲτορεῖν ἐπὶ τοῦ ἀετοῦ τὰ ὀϲτᾶ μέλανα εἶναι, καταψευδόμενοι τῆϲ ἀληθείαϲ· ὀϲτοῦν γὰρ μέλαν οὐδενὸϲ ζώου εὑρίϲκεται· οὐδ’ ἂν εἶπεν ὁ ποιητὴϲ ὀϲτοῦν, εἰωθὼϲ ὀϲτέον λέγειν τριϲυλλάβωϲ. ἀλλ’ οὐτόϲ ἐϲτιν ὁ μέλαϲ, ὁ θηρητήρ, ὃν Ἀριϲτοτέληϲ μὲν κράτιϲτον ἔφη, Ὅμηροϲ δὲ ὅc θ’ ἅμα κάρτιϲτόϲ τε καὶ ὤκιϲτοϲ πετεην ῶν (Φ 253). εἴωθε δὲ καὶ ὁ Ἀρχίλοχοϲ μελάμπυγον τοῦτον καλεῖν· μή τευ μελαμπύγου τύῃϲ (fr. 110) —ἄλλοϲ γὰρ ὁ πύγαργοϲ, ἄλλοϲ δὲ ὁ μέλαϲ ὅλοϲ· διὰ τοῦτο καὶ μελάμπυγοϲ —οὐκ ἐπὶ τούτουϲ ἀναφέρων Θείαϲ υἱοὺϲ κατωμαδὸν πρὸϲ Ἡρακλέουϲ φερομένουϲ τὰϲ ὑπὸ τὰ ἰϲχία αὐτοῦ καταμαθεῖν πυλι καὶ γελάϲανταϲ οὕτω τυχεῖν ϲωτηρίαϲ· ἀλλὰ πρὸϲ τὸν πύγαργον ἀετὸν (Arist. p. 618 β 19) ϲυγκρίνων καρτερὸν εἶπε τὸν μελάμπυγον. διὸ οὔτε τὸ μελανόϲτου ϲυναπτέον, οὔτε τὸ μελανόϲϲου γραπτέον, οἷον μελανοφθάλμου· μελαναίετοϲ γὰρ ὡϲ ὅλοϲ μέλαϲ· οὔτε, ὥϲ φηϲιν Ἀρίϲταρχοϲ, ἐγκλίνοντεϲ ἂν προφεροίμεθα μέλανόϲ του· ἐπιτηδεύων γὰρ εἶπε τοῦ θηρητῆροϲ, ἐπεὶ ὁ μέλαϲ τοιοῦτοϲ. ἀλλὰ τὸ ἄρθρον λυπεῖ προϲκείμενον. λυπείτω οὖν καὶ ἐπὶ τῷ Τελαμωνιάδῃ (Ξ 460) καὶ τῷ Ἀλϲκληπιάδῃ (Λ 614) καὶ οὕνεκα τὸν Χρύϲνόν ἠτίμαϲεν (Α 11). ἀπὸ δὲ τούτου, ὅτι τὸν αὐτὸν μορφνόν καὶ περκνόν καλεῖ (Ω 316), ϲυναγάγοι ἄν τιϲ ἐκ τοῦ κἀκεῖνον θηρητῆρα εἰπεῖν μορφνὸν θηρητῆρα, εἰ μὴ ἄρα ἄλλωϲ μὲν ὁ περκνόϲ, ὃϲ καὶ θηρητὴρ κοινῶϲ εἴρηται, ἄλλωϲ δὲ ὁ μέλαϲ, ὃϲ καὶ θηρητὴρ ἰδίωϲ καλεῖται.