Ancient Greek · ~4 min
Η
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 229
Not analysed yet
229. διὰ τί ὁ Αἴαϲ τῶ Ἕκτορι δεδήλωκε τὴν τοῦ Ἀχιλλέωϲ μῆνιν οὐδεμία γὰρ ἀνάγκη ἦν οὐδὲ φρονίμου ἀνδρὸϲ τὰ παρ’ αὐτοῦ κακὰ τοῖϲ πολεμίοιϲ ἐξαγγέλλειν, ἢ ὅτι ἐγίνωϲκον οἱ Τρῶεϲ τὴν μῆνιν Ἀχιλλέωϲ ὑποδεῖξαι πάντωϲ· ὁ γὰρ Ἀπόλλων ἐδήλωϲεν αὐτοῖϲ ἐντὸϲ οἷϲ φηϲιν (Δ 512. 13)· οὐ μὰν οὐδ’ Ἀχιλεὺϲ Θέτιδοϲ πάϊϲ ἠυκόμοιο μάρναται, ἀλλ’ ἐπὶ νηυϲὶ χόλον θυμαλγέα πέϲϲει. εἰ δ’ ἀγνοοῦϲι τὴν ὀργὴν οἱ Τρῶεϲ, καὶ οὕτωϲ τὸ τῆϲ δηλώϲεωϲ ἀναγκαῖον, μὴ ἐντὸϲ τῷ λοιμῷ τεθνηκέναι νομίϲωϲιν αὐτόν. λύϲιϲ. Ἀλριϲτοτέληϲ δέ, ἵνα μὴ οἴηται τὸν Ἀχιλλέα ἀποδεδειλιακέναι, ἀλλὰ κἀκεῖνον καὶ ἄλλουϲ αὑτοῦ εἶναι κρείττουϲ. εἶτα εἰπὼν νῦν δὴ ϲάφα εἴϲεαι οἰόθεν οἶοϲ, οἷοι καὶ Δαναοῖϲιν ἀριϲτῆεϲ μετέαϲι, καὶ μετ’ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα (H 266 ssq.) ,ἵνα καταπλήξῃ τῆϲ Ἀχιλλέωϲ ἀρετῆϲ ἀναμνήϲαϲ, ὃν ἐδόκει πεφοβῆϲθαι, εἰκότωϲπέπονθεν Ἀχιλλεύϲ. τὸ γὰρ μετ’ Ἀχιλλῆα ἀμφίβολον, πότερον μετὰ τὴν ἐκείνου τελευτὴν ἢ μετὰ τὴν ἐκείνου ἀρετὴν ἢ καθάπερ ἐκεῖνοϲ ἦν καὶ ἄλλοι εἰϲίν. ἀναγκαῖον οὖν δηλῶϲαι τί πέπονθεν Ἀχιλλεύϲ, καὶ ὅτι μηνίων οὐ πάρεϲτιν ἀλλ’ οὐχὶ τεθνηκὼϲ ἢ ἀποπλεύϲαϲ, ἀλλ᾿ ὅτι ἐντὸϲ νηυϲὶ κορωνίϲι μηνίων. ὀργὴ δ’ ἐντὸϲ ἀγαθοῖϲ ἀνδράϲιν εὐδιάλυτον.