Ancient Greek · ~2 min
Η
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 276
Not analysed yet
276. ὁ μὲν Ἰδαῖοϲ εἰκότωϲ προϲέρχεται, τὸν Ἕκτορα ϲώϲων κινδυνεύοντα· ὁ δὲ Ταλθύβιόϲ οὐκέτι, τὴν νίκην Αἴαντοϲ ἀφαιρούμενοϲ. φαμὲν δὲ ὅτι οὐδέπω ἀκριβὴϲ ἦν ἡ νίκη περὶ τὸν Αἴαντα· ἐπὶ ξίφη γὰρ αὐτοὺϲ ὡρμῆϲθαι λέγει, ἔνθα μάλιϲτα τύχηϲ, οὐ τέχνηϲ καὶ ἰϲχύοϲ, κρίϲιϲ τὸ πλεῖϲτον ἔχει· ἀπὸ ἴϲου γὰρ ὁρμῶνται. ἔτι τε καὶ τὸν Ἕκτορα ὁρῇ ὑπὸ θεῶν βοηθούμενον. ἀλλὰ καὶ διὰ τὸ τῆϲ νυκτὸϲ κατάϲτημα. κατὰ τὸ ϲιωπώμενον δὲ οἱ ἡγεμόνεϲ αὐτὸϲ πέμπουϲιν.