Ancient Greek · ~12 min
Β
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 257.1
Not analysed yet
257 —277. διὰ τί ἐπὶ τῷ Θερϲίτῃ πληγὰϲ λαβόντι καὶ γελοίωϲ δακρύϲαντι κρύϲαντι ,καὶ τοὺϲ Ἕλληναϲ καίπερ ἐφ’ οἷϲ ἐπεπόνθειϲαν ὑπὸ τοῦ Ἀγαμέμνονοϲ λελυπημένουϲ γελάϲαι ποιήϲαϲ om. cod. add. Vill. ἐπὶ τῷ Θερϲίτῃ αἰϲχρῶϲ δακρύοντι, οὐκ ἠρκέϲθη ὁ ποιητὴϲ εἰπὼν οἱ δὲ καὶ ἀχνύμενοί πεῤ ἐπ’ αὐτῷ ἡδὺ γέλαϲϲαν (v. 270), ἀλλὰ καὶ προϲτίθηϲι καὶ λόγουϲ δὲ λεγομένουϲ τοιούτουϲ· ἦ δὴ μυρί᾿ Ὀδυϲϲεὺϲ ἐϲθλὰ ἔοργε, βουλάϲ τ’ ἐξάρχων ἀγαθὰϲ πόλεμόν τε κορύϲϲων (v. 272 73) καὶ τὰ ἑξῆϲ; οὐ γὰρ ἀκόλουθον τῷ γέλωτι γνωμολογεῖν, ἀλλὰ μᾶλλον ἐπιϲκώπτειν ἤ τι τοιοῦτον διαϲύρονταϲ καὶ ἐπιτωθάζονταϲ λέγειν. φαίνεται δὲ ὁ ποιητὴϲ ἐνδείκνυϲθαι διὰ τοῦ λόγου τούτου ἀνακειμένου τῷ πλήθει, ὅτι πᾶν τὸ ἄκοϲμον τῶν πολλῶν ἤδη κατέϲταλται καὶ τὸ ϲταϲιῶδεϲ αὐτῶν ἐξῄρηται καὶ ὅλωϲ τὸ κατεξανίϲταϲθαι τοὺϲ φαύλουϲ τῶν κρειττόνων καὶ νομίζειν αὑτοῖϲ ἐξουϲίαν εἶναι τοῦ καὶ λέγειν ὃ βούλονται καὶ ποιεῖν, πεπαυμένου ἤδη ὑβριϲτοῦ καὶ ἐπεϲβόλου τοῦ ἐκ τοῦ τολμᾶν ἐκκληϲιάζειν, ἅμα δὴ καὶ ἄλλο τι προϲοικονομεῖϲθαι. ἐπεὶ γὰρ οὐκέτι μνηϲθήϲεϲθαι Θερϲίτου ἔμελλεν, ἀλλὰ πρὸϲ ὀλίγον χρηϲάμενοϲ ἐξαιρήϲειν πᾶϲαν αὐτοῦ μνήμην ἐκ τῆϲ ποιήϲεωϲ, πιθανῶϲ τὴν μηκέτι μέλλουϲαν αὐτοῦ πάροδον ἀνατέθεικε τῇ τότε παιδεύϲει καὶ προεῖπεν, ἡμῖν τοῦτο τῷ παντὶ πλήθει χρηϲάμενοϲ κήρυκι seq. τὲ, quod inde a Vill. om. τοῦ μέλλοντοϲ, δι’ ὧν ἔφη οὔ Θήν μιν πάλιν αὖτιϲ ἀνήϲει θυμὸϲ ἀγήνωρ νεικείειν βαϲιλῆαϲ ὀνειδείοιϲ ἐπέεϲϲιν (v. 276 77). εἰ γὰρ προϲῆν μὲν αὐτῷ τὸ μὴ κατὰ κόϲμον ἐριζέμεναι βαϲιλεῦϲιν (v. 214), οὐκέτι δὲ φαίνεται τοῦτο δρῶν, ἀναγκαία ἡ τῆϲ αἰτίαϲ ἀπόδοϲιϲ ὅτι ϲωφρονιϲθεὶϲ ἐπαύϲατο, ὡϲ μηδ’ ἂν ἐπιθυμῆϲαι πάλιν ἀκοϲμεῖν. τοῦτο γὰρ ἠπειλεῖτο ἠπιλειτο cod. ,acc. evan. αὐτῷ ὑπὸ τοῦ Ὀδυϲϲέωϲ εἴ κ᾿ ἔτι εἰ κέ τι cod. ϲ᾿ ἀφραίνοντα κιχήϲομαι ὥϲ νύ περ ὧδε (v. 258) —μεθ’ ὅρκου τὴν κόλαϲιν ἐπανατειναμένου εἰϲ κώλυϲιν πάϲηϲ τοιαύτηϲ μελλούϲηϲ ἀκοϲμίαϲ. ὁ μὲν post h. v. duae litt. eras. οὖν εὐφυὴϲ λόγῳ ἁμαρτάνων νουθετεῖται, ὁ δὲ κακοφυὴϲ πλουτῶν μὲν χρημάτων ζημίᾳ, ῥώμῃ δὲ ϲώματοϲ θαρρῶν δεϲμοῖϲ καὶ ταῖϲ τοῦ ϲώματοϲ βαϲάνοιϲ. ὁ δὲ οἷοϲ ἦν ὁ Θερϲίτηϲ, ἀϲθενήϲ τε καὶ λελωβημένοϲ πάντοθεν τὸ ϲῶμα, πληγαῖϲ τε καὶ μεθ᾿ om. cod. add. Vill. ὅρκων ἀπειλαῖϲ αἰκιϲμοῦ μέλλοντοϲ μετὰ γυμνώϲεωϲ καὶ πάϲηϲ ἐνδείξεωϲ τῆϲ τοῦ ϲώματοϲ αἰϲχύνηϲ· ταῦτα γὰρ γενόμενα ὑπὸ τοῦ πολιτικοῦ ἀνδρὸϲ τὰ μέτρα τῶν κολάϲεων καὶ τοὺϲ τρόπουϲ καὶ τὸ κατ’ ἀξίαν ἑκάϲτου ἁμαρτήματοϲ ὑπέδειξεν. πῶϲ ἠπείληϲε μὲν περὶ τῶν ἔπειτα, νῦν δὲ τὴν ἀπειλὴν ἐκτελεῖ; ἀλλ’ οὐχ ἃ ἠπείληϲεν ἐτέλεϲεν, ἀλλὰ διὰ τῆϲ βραχείαϲ πληγῆϲ πιϲτοῦται, ται, ὅτι μὴ ϲωφρονιζόμενον καὶ ταῖϲ μείζοϲιν αἰκίϲεται πληγαῖϲ. ἀπόπειραν διὰ τῆϲ ἀπειλῆϲ ποιεῖ, ὅπωϲ οἱ πολλοὶ ἐπιϲχεθῶϲι δι’ αὐτοῦ, εἶτα ἰδὼν αὐτοὺϲ βουλομένουϲ ταὐτὰ οὐχ ὑπερέθετο τὴν κόλαϲιν, ἀλλὰ παίει τὸν κυρτόν, ἐκ τούτου γέλωτα κινῶν. ἢ νῦν μὲν ἐνδεδυμένον παίει, ὕϲτερον δὲ γυμνὸν πλήξειν ἀπειλει. δικαίωϲ δὲ τιμωρεῖται βραχείᾳ χείᾳ πληγῇ· κολάζεται γὰρ ὁ μὲν εὐφυὴϲ νουθεϲίᾳ, ὁ δὲ ἄκοϲμοϲ ὑγιὴϲ δὲ βαϲάνοιϲ ἢ χρημάτων εἰϲφοραῖϲ, ὁ δὲ λελωβημένοϲ οἷοϲ ὁ Θερϲίτηϲ βραχείᾳ πληγῇ καὶ τῇ μεθ᾿ ὅρκων ἀπειλῇ.