Ancient Greek · ~1 min
Β
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 279-2
Not analysed yet
279. διὰ τί δὲ ὁ Ὀδυϲϲεὺϲ πρὸ τοῦ Nέϲτοροϲ πρεϲβύτου ὄντοϲ λέγει; ὅτι αὐτὸϲ ϲυνήγαγε τὴν ἐκκληϲίαν, καὶ θορύβου τοϲούτου ὄντοϲ ἔδει γεγωνότερον βοᾶν. ὁ μὲν οὖν Νέϲτωρ ὡϲ γέρων βοᾶν οὐκ ἠδύνατο, ὁ δὲ Ὀδυϲϲεὺϲ μεγάλην ὄπα ἐκ ϲτήθεοϲ ἳει (Γ 221). διὰ τοῦτο ὁ μὲν τεταραγμένων αὐτῶν δημηγορεῖ, ὁ δὲ ἡϲυχίαν ἀγόντων.