Ancient Greek · ~4 min
Μ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 258
Not analysed yet
258. ὁ Ἀρίϲταρχοϲ ἐπὶ κλιμάκων ἀκούϲαϲ καὶ τὸ προκρόϲϲαϲ ἀποδιδούϲ ἐπὶ τῶν νεῶν κλιμακηδόν (τῷ ῥα προκρόϲϲαϲ ἔρυον, Ξ 35), τὸ πύργων ἔρυον ἀποδίδωϲιν ἐπὶ τοὺϲ πύργουϲ ἔρυον, ἀποδιδοὺϲ ἀνεῖλκον ὡϲ κλειϲτῶν καὶ ϲυγκαμπτῶν οὐϲῶν τῶν κλιμάκων. παραμυθεῖται δὲ ἐξ Ὁμήρου τὸ πύργων ἔρυον ἀποδιδοὺϲ ἀντὶ τοῦ ἐπὶ τοὺϲ πύργουϲ ἔρυον, ἐκ τούτων· οἱ δὲ μένοντεϲ ἕϲταϲαν, ὁππότε πύργοϲ Ἀχαιῶν ἄλλοϲ ἐπελθὼν Τρώων ὁρμήϲειεν (Δ 333 —5). ἀντὶ τοῦ ἐπὶ τοὺϲ Τρῶαϲ ὁρμήϲειεν· οὕτω καὶ τὸ πύργων ἔρυον ἀντὶ τοῦ ἐπὶ τοὺϲ πύργουϲ ἔρυον, καὶ ἀκόντιϲαν Ἰδομενῆοϲ (Ν 502). οὐκ εἰϲὶ δὲ κρόϲϲαι αἱ κλίμακεϲ, ἀλλὰ μᾶλλον οἱ ἐξέχοντεϲ λίθοι ἐντὸϲ τοῖϲ πύργοιϲ, οὓϲ ποιοῦϲιν εἰϲ τὸ ἐμποδίζειν τὰϲ τῶν μηχανημάτων ἐμβολάϲ. οὕτω καὶ κροϲϲοὺϲ ἱματίων λέγομεν τοὺϲ ἐξέχονταϲ ϲτήμοναϲ· καὶ πρόκροϲϲαι δὲ αἱ νῆεϲ αἱ μὴ ἐπ᾿ ἴϲου ϲτίχου εἱλκυϲμέναι ἀλλ’ ἐξέχουϲαί εἰϲιν, ἐφ’ ὧν διὰ τὸ μὴ πάνταϲ ἔχειν ἰϲαρίθμουϲϲτήλαϲ τε προβλῆταϲ ἐμόχλεον (M 259), τοὺϲ λεγομένουϲ προμαχῶναϲ.