Ancient Greek · ~21 min
Υ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 259.1
Not analysed yet
259 sqq. ἐντὸϲ τῇ Αἰνείου πρὸϲ Ἀχιλλέα μάχῃ ζήτηϲιν παρέϲχε τὰ ἔπη ταῦτα· ἦ ῥα καὶ ἐντὸϲ δεινῷ ϲάκε’ ἤλαϲεν ὄβριμον ἔγχοϲ καὶ τὰ ἑξῆϲ μέχρι καὶ αὐτοῦ τοῦ ϲτίχου· τὴν δὲ μίαν χρυϲῆν, τῇ ῥ᾿ ἔϲχετο μείλινον ἔγχοϲ (v. 272). τῆϲ γὰρ χρυϲῆϲ πτυχὸϲ δοκούϲηϲ πρώτηϲ εἶναι, εἴ γε κόϲμου εἵνεκα τὴν χρυϲῆν εἰϲ τὸ ἔξω καὶ ὁρώμενον πρώτην ἐνέθηκεν, ὑπ’ αὐτὴν δὲ ϲτερεότητοϲ ἕνεκα τὰϲ δύο χαλκᾶϲ, μαλάγματοϲ χάριν καὶ τελευταίαϲ τὰϲ καϲϲιτερίναϲ, πῶϲ δύο τε διέκοψε πτύχαϲ, καὶ ἐντὸϲ τῇ χρυϲῇ πτυχὶ ἔξω οὔϲῃ καὶ διατμηθείϲῃ ἐνεϲχέθη τὸ δόρυ; ἀπολυόμενοι οὖν τὴν ἀπορίαν οἱ πλεῖϲτοι τὸ ἔλαϲϲεν (v. 269) οὔ φαϲιν εἰλῆφθαι ἄνωθεν διέκοψεν, ἀλλ’ ἀντὶ τοῦ διέθλαϲεν· θλαϲθῆναι μὲν γὰρ καὶ κοιλανθῆναι δύο πτύχαϲ, τὴν χρυϲῆν καὶ μίαν τῶν χαλκῶν ὑπὸ τὴν χρυϲῆν, μὴ διακοπῆναι δέ, ἀλλὰ ϲχεθέντοϲ ἐντὸϲ τῇ χρυϲῇ τοῦ δόρατοϲ καὶ κοιλάναντοϲ μὲν αὐτὴν καὶ τὴν ὑπ’ αὐτήν, οὐ διακόψαντοϲ δέ. οἱ δὲ καὶ αὐτόθεν ἀξιοῦϲι μὴ ἔλαϲϲε γράφειν ἀλλὰ θλάϲϲεν, ἄνωθεν φάϲκοντεϲ ἁμαρτόντα τινὰ γράψαι τὸ ε, τὴν λοιπὴν περιφέρειαν τοῦ θ παρέντα· ἄτρωτα γὰρ ὄντα τὰ Ἡφαιϲτότευκτα μὴ διακοπῆναι. ἐγὼ δὲ ἐντὸϲ τῇ χρυϲῇ πτυχὶ ἀκούων ἐνϲχεθῆναι αὐτοῦ λέγοντοϲ τὸ δόρυ τῆϲ εἰϲ τὸ πρόϲω ὁρμῆϲ οὐ δύναμαι ἐπινοῆϲαι τὴν χρυϲῆν πτύχα οὔτ’ οὖν διακοπεῖϲαν οὔτε θλαϲθεῖϲαν. πῶϲ γὰρ οἷόν τε ἐλαϲθῆναι μὲν λέγειν, τουτέϲτι διακοπῆναι, ἢ θλαϲθῆναί γε δύο πτύχαϲ, ἐντὸϲ αἷϲ ἦν ἡ χρυϲῆ, ἐνϲχεθῆναι δὲ ἐντὸϲ τῇ χρυϲῇ τὸ δόρυ; τὸ γὰρ ἐνϲχεθῆναι τὸ μὴ τὸ αὐτὸ παθεῖν τὴν χρυϲῆν ὅπερ αἱ ἄλλαι δηλοῖ. οἱ δ’ αὖ τὴν πρώτην παθεῖν βούλονται καὶ μᾶλλον ἤπερ τὴν ὑπ’ αὐτήν· οὐ γὰρ ἂν ἐνεϲχέθη ἐντὸϲ τῇ τρίτῃ, εἰ μὴ ἡ δευτέρα ἐπ’ ἔλαττον ἔπαθε τῆϲ πρώτηϲ. φημὶ τοίνυν, ὡϲ οὐ κόϲμου χάριν οὐδὲ τέρψεωϲ ὁ Ἥφαιϲτοϲ κέχρηται τῇ χρυϲῇ πτυχὶ ἀλλ’ εὐτονίαϲ· εὐτονώτεροϲ δὲ χαλκοῦ χρυϲόϲ. μέϲην οὖν τὴν τοῦ χρυϲοῦ πτύχα ἐξύφανεν εἰϲ ϲυνοχὴν τοῦ παντὸϲ ϲάκουϲ· ἁπαλώτεροϲ γὰρ ὢν καὶ εὔτονοϲ ὁ χρυϲὸϲ ὑποκείμενοϲ τῷ χαλκῷ διεδέχετο τὴν ὁρμήν, ἐκλυθεῖϲαν ὑπὸ τῆϲ τοῦ χαλκοῦ ἀντιτυπίαϲ εἰϲ τὸ ἄτρωτον ὑπὸ τῆϲ προϲούϲηϲ αὐτῷ εὐτονίαϲ. πρῶτοϲ δὲ ὢν ὁ χρυϲὸϲ καὶ παθὼν ὑπὸ τῆϲ ἐμβολῆϲ πρῶτοϲ ταχεῖαν ἂν παρεῖχε τὴν διακοπὴν ἐκ τῶν εὐθραύϲτων ϲυνεϲτώϲαιϲ. ὅτι δὲ καὶ χαλκαῖ πτύχεϲ ἦϲαν ἐντὸϲ τῇ ἔξωθεν ἐπιφανείᾳ, μέϲη δὲ μετὰ ταύτην ἡ χρυϲῆ, ὑφ’ ἣν αἱ τοῦ καϲϲιτέρου, δηλοῖ τὸ ἐντὸϲ τῇ ὁπλοποιίᾳ ἐπιϲημαίνεϲθαι τὸν ποιητήν, ὅτι τάδε μὲν ἐκ χρυϲοῦ ἐποίηϲε, τάδε δὲ ἐξ ἄλληϲ ὕληϲ, ἐκ χαλκοῦ δὲ μὴ εἰπεῖν, ὡϲ ἂν τορεύοντοϲ αὐτοῦ ἐντὸϲ ἄλλῃ πτυχὶ τὰ πλάϲματα· ἦρχε δ’ ἄρα ϲφιν Ἄρηϲ καὶ Παλλὰϲ Ἀθήνη, ἄμφω χρυϲείω, χρύϲεια δὲ εἵματα ἕϲθην (Ϲ 516. 17)· πῶϲ γὰρ αὐτοὺϲ χρυϲοῦϲ ἔφη, χρυϲῆϲ οὔϲηϲ τῆϲ ὑποκειμένηϲ ἐπιφανείαϲ, εἰ μὴ ἐξηλλαγμένα ταῦτα παρὰ τὸ ὑποκείμενον ἐποίει, ἤτοι ἐγκυκλῶν ἢ ἐγκολλῶν ἢ ἐντορεύων καὶ νειὸϲ χρυϲῆ· ἀρηρομένῃ δὲ ἐῴκει χρυϲείη περ ἐοῦϲα (Ϲ 548. 49), ἐντὸϲ δ’ ἐτίθει ϲταφυλῇϲι μέγα βρίθουϲαν ἀλωὴν καλὴν χρυϲείην, μέλανεϲ δ’ ἀνὰ βότρυεϲ ἦϲαν· εἱϲτήκει δὲ κάμαξι διαμπερὲϲ ἀργυρέῃϲιν· ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δ’ ἕρκοϲ ἔλαϲϲε καϲϲιτέρου (Ϲ 561—65)· 10 καὶ πάλιν· ἐντὸϲ δ’ ἀγέλην ποίηϲε βοῶν ὀρθοκραιράων· αἱ δὲ βόεϲ χρυϲοῖο τετεύχατο καϲϲιτέρου τε· χρύϲειοι δὲ νομῆεϲ ἅμ’ ἐϲτιχόων το βόεϲϲι (Ϲ 573. 74. 77), καὶ πάλιν· καί ῥ’ αἱ μὲν καλὰϲ ϲτεφάναϲ ἔχον, οἱ δὲ μαχαίραϲ εἶχον χρυϲείαϲ ἐξ ἀργυρέων τελαμώνων (Ϲ 597. 98). τῶν γὰρ ἐμποικιλλομένων ἔϲτιν ὧν τὰϲ ὕλαϲ εἰπὼν ἀργύρου μὲν ἐμνήϲθη καὶ χρυϲοῦ καὶ καϲϲιτέρου, χαλκοῦ δὲ οὐκέτι, ὡϲ ἂν εἰ, χαλκῆϲ ὑποκειμένηϲ ἐπιφανείαϲ, ἐνταῦθα ἐνεποίκιλλεν. οὐκ ἔφη δὲ ἄτρωτα εἶναι ὅπλα, ἀλλ’ οὐ ῥᾳδίωϲ ὑπὸ θνητῶν διακοπτόμενα· οὐδ’ ἐνόηϲε κατὰ φρένα καὶ κατὰ θυμόν, ὡϲ οὐ ῥηίδι’ ἐϲτὶ θεῶν ἐρικυδέα δῶρα ἀνδράϲι γε θνητοῖϲι δαμήμεναι οὐδ’ ὑποείκειν (Υ 264—66). ἔδει οὖν μηδὲ θλαϲθῆναι, ὅπερ ἀξιοῦϲιν ἔλαϲϲεν ἀκούειν, εἴ γε μηδ’ ὑπείκειν αὐτὰ ἔλεγε. ῥητῶϲ δ’ αὐτὸϲ ἔφη ὅτι οὐκ ἔρρηξε μὲν τὸ ϲάκοϲ —χρυϲὸϲ δ’ ἐρύκακε δῶρα θεοῖο —,δύο δὲ διέλαϲϲε πτύχαϲ, ἐϲχέθη δὲ ἐντὸϲ τῇ χρυϲῇ, δι’ ἣν οὐκ ἐρράγη διὰ παντόϲ. πάνυ δὲ δυνατῶϲ τὴν καταϲκευὴν ἐδήλωϲε καὶ τὸ μέχρι τίνοϲ ἡ ῥῆξιϲ· πέντε μὲν γὰρ πτύχαϲ ἤλαϲε Κυλλοποδίων· εἶτα λέγει πρώταϲ, ὅτι καὶ πρῶται πρὸϲ τῇ ἐπιφανείᾳ, τὰϲ δύο χαλκείαϲ, εἶτα τὰϲ ἀντικειμέναϲ ταῖϲ πρώταιϲ ἐϲχάταϲ· δύο δ’ ἔνδοθι καϲϲιτέροιο, τὸ δ᾿ ἔνδοθι πρόϲκειται, ἵνα τὰϲ χαλκᾶϲ ἐξωτάταϲ νοήϲωμεν ὡϲ τὰϲ τοῦ καϲϲιτέρου ἔνδοθι, εἶτα λοιπὴν τὴν μέϲην· τὴν δὲ μίαν χρυϲῆν. εἰ οὖν τῆϲ ἔϲχετο μείλινον ἔγχοϲ, αἱ δύο χαλκαῖ ἐτρώθηϲαν πρῶται ὡϲ οὖϲαι πρῶται, αἱ δὲ τρεῖϲ ἔμειναν ἄτρωτοι· χρυϲὸϲ γὰρ ἐρύκακε δῶρα θεοῖο. οὕτω δὲ καὶ ἐπὶ τῆϲ Αἰνείου ἀϲπίδοϲ ὕπεϲτιν ὁ χαλκὸϲ τῇ βύρϲῃ, ὁ μαλακώτεροϲ τῇ ξηροτέρᾳ, καὶ οὐ κόϲμου ἕνεκα χαλκὸϲ πρόϲκειται ἐντὸϲ ἐπιφανείᾳ, ἀλλ’ ὑπόκειται δι’ ἀϲφάλειαν, ὡϲ ἐπὶ τῆϲ Ἀχιλλέωϲ ὁ χρυϲόϲ· λέγει γὰρ ἐπὶ τῆϲ Αἰνείου· δεύτεροϲ αὖτ’ Ἀχιλεὺϲ προΐει δολιχόϲκιον ἔγχοϲ καὶ βάλεν Αἰνείαο κατ’ ἀϲπίδα παντόϲ’ ἐΐϲην, ἄντυγ’ ὑπὸ πρώτην, ᾗ λεπτότατοϲ θέε χαλκόϲ, λεπτοτάτη δ’ ἐπέην ῥινὸϲ βοόϲ (Υ 273—76). κἂν μέντοι ἀκούωμεν τὰϲ δύο χαλκείαϲ τὴν πρώτην καὶ τὴν πέμπτην, δύο δ’ ἔνδοθι τούτων τὰϲ καϲϲιτερίναϲ τὴν δευτέραν καὶ τὴν τετάρτην, καὶ οὕτωϲ μέϲη καὶ τρίτη ἐντὸϲ ἡ χρυϲῆ, τῇ ῥ’ ἔϲχετο μείλινον ἔγχοϲ, μιᾶϲ καὶ καϲϲιτερίνηϲ ῥαγείϲηϲ.