Ancient Greek · ~1 min
Υ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 291
Not analysed yet
291. πῶϲ δὲ ἡ Ἀφροδίτη οὐ βοηθεῖ τῷ υἱῷ; ὅτι δέδιε τὴν Παλλάδα. ἐζήτηται δὲ πῶϲ τὸν Αἰνείαν οὐκ Ἀπόλλων ἐρρύϲατο ἀλλὰ Ποϲειδῶν. καί φαϲιν, ὅτι ἡ μεγάλη περὶ θεοὺϲ εὐϲέβεια δυϲωποῦϲα τυγχάνει καὶ τοὺϲ δι’ ἔχθραϲ ὄνταϲ.