Ancient Greek · ~2 min
Ι
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 265
Not analysed yet
265. τί βούλεται τὸ αἴθωναϲ δὲ λέβηταϲ ἐείκοϲι, καὶ εἰ οἱ ἀπύρουϲ αὐτοὶ τοῖϲ ἀπύροιϲ, ὅταν εἴπῃ ἄπυρον λέβητα (Ψ 885); φημὶ οὖν, ὅτι v. 264. τῶν τριπόδων καὶ τῶν λεβήτων οἱ μὲν ἦϲαν εἰϲ ὑπηρεϲίαν τοῦ πυρὸϲ ἐπιτήδειοι, οἱ δὲ ἀργοὶ καὶ εἰϲ θέαν καὶ τὴν διὰ τῆϲ ὄψεωϲ τέρψιν εἰργαϲμένοι. διακρίνει δὲ τοῖϲ ἐπιθέτοιϲ ἀπ᾿ ἀλλήλων, τούϲ μὲν λέγων αἴθωναϲ καὶ ἐμπυριβήταϲ, τοὺϲ δὲ ἀπύρουϲ καὶ ἀνθεμόενταϲ, τοὺϲ ἕνεκα κόϲμου μόνον εἰργαϲμένουϲ.