Ancient Greek · ~2 min
226 to 241
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 226-3-241
Not analysed yet
226. διὰ τί τὸν ἐχθρὸν οὕτωϲ ὠνόμαϲε προπετῶϲ, οὐ προθεραπεύϲαϲ; ῥητέον οὖνμ ὅτι εἴτε ἐνδεικνύμενοϲ Ἀχιλλεῖ ὅτι πρότερον ὑβρίϲαϲ ἱκέτηϲ καθέϲτηκεν, ἢ πάνυ ῥητορικῶϲ ὁ ἀνὴρ εἰϲ φιλίαν ἄγει τοὺϲ ἀμφοτέρουϲ καὶ τῇ τραπέζῃ δυϲωπῶν καὶ τοῦτο μόνον λέγων, ὡϲ ὁμόϲιτοϲ αὐτῷ δι’ ἡμῶν γεγένηϲαι· καὶ γὰρ καὶ ἐκείνου καὶ ϲοῦ μετεϲχήκαμεν τραπέζηϲ. 241. διὰ τί δὲ, φηϲὶ, πρῶτον ἀποκόπτει, εἶθ᾿ οὕτωϲ τὸ πῦρ ἐμβάλλει; ἐπειδὴ ἐκ τῶν ἀκροϲτολίων ἦϲαν ἀγάλματα καὶ εἰκόνεϲ τῶν θεῶν αὐτῶν. ἐκκλίνων οὖν τὴν τῶν θεῶν ὀργὴν τοῦτο ποιεῖ.