Ancient Greek · ~14 min
Ζ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 265.1
Not analysed yet
265. ζητεῖται πῶϲ ποτε ἐναντία ἑαυτῷ ὁ ποιητὴϲ λέγει· προει- πὼν γὰρ ἀνδρὶ κεκμηῶτι μένοϲ μέγα οἶνοϲ ἀέξει (z 161) νῦν ἐπάγει μή μ’ ἀ πογυι ϲῃϲ μένεοϲ ἀλκῆϲ τε λάθωμαι. ἡ μὲν οὖν ὑπὸ πολλῶν γενομένη λύϲιϲ τοῦ ζητήματοϲ τοιαύτη, ὅτι ἕτερόν ἐϲτι πρόϲωπον Ἐξκάβηϲ τὸ λέγον ὠφέλιμον εἰναι τὸν οἰνον, ἕτερον δὲ τὸ τοῦ Ἕκτοροϲ τὸ ἀρνούμενον· οὐδὲν δὲ θαυμαϲτὸν εί παρὰ τῷ ποιητῇ ἐναντία λέγεται ὑπὸ διαφόρων φωνῶν. ὅϲα μὲν γὰρ ἔφη αὐτὸϲ ἀφ’ ἑαυτοῦ ἐξ ἰδίου προϲώπου, ταῦτα δεῖ ἀκόλουθα εἰναι καὶ μὴ ἐναντία ἀλλήλοιϲ· ὅϲα δὲ προϲώποιϲ περιτίθηϲιν, οὐκ αὐτοῦ εἰϲιν ἀλλὰ τῶν λεγόντων νοεῖται, ὅθεν καὶ ἐπιδέχεται πολλάκιϲ διαφωνίαν, ὥϲπερ καὶ ἐντὸϲ τούτοιϲ. ἡ μὲν γὰρ Ἑκάβη οὐκ εἰδυῖα τὸν κάματον τῶν ἀνδρῶν ταύτηϲ ἐϲτὶ τῆϲ γνώμηϲ, ὁ δὲ Ἕκτωρ μάλιϲτα ἐπιϲτάμενοϲ ἀντιλέγει. ἔπειτα καὶ ἡ μὲν πρεϲβῦτιϲ ἦν, χαίρει δὲ τῷ οἴνῳ ἡ ἡλικία αὕτη —ἐπωφελὴϲ γὰρ ταύτη ἐϲτὶν ὁ οἰνοϲ θερμὸϲ ὤν καὶ ὑγρὸϲ ψυχρῷ οὔϲῃ καὶ ξηρῇ καὶ ἀναρρώννυϲιν αὐτήν —,ὁ δὲ Ἕκτωρ νέοϲ ἠν καὶ ἀκμαῖοϲ. ἄμεινον δέ ἐϲτιν ἐκεῖνο λέγειν καὶ δεικνύειν, ἑκάτερον τῶν εἰρημένων ἔχεϲθαι λόγου καὶ μὴ εἰναι ἐναντία τὰ περὶ τοῦ οἴνου λεγόμενα ,ἐὰν ϲκοπῇ τιϲ, ὅτι ἐπὶ παντὸϲ πράγματοϲ ὁ καιρὸϲ καὶ τὸ μέτρον πολὺ διαλλάττει. οὕτωϲ οὑν καὶ ἐπὶ τούτου· τῷ μὲν γὰρ μέτρια πεπονηκότι πρὸϲ ίϲχν ὁ οἰνοϲ ϲυμφέρει, τὸν δὲ πάνυ κεκμηκότα ϲφάλλει· ὅπερ ϲυμβέβηκε τῷ Ἕξκτορι, ο μόνον δὲ ὑπὸ τοῦ πολεμου ἀλλὰ καὶ ὑπὸ τοῦ ἐπὶ τὴν πόλιν δρόμου. ἄλλωϲ τε καὶ οὐδὲ ϲιτίου οὐδενὸϲ ἐγέγευϲτο· ἡ γὰρ τροφὴ ϲὺν τῷ οίνῳ τὸ πλεῖϲτον ϲυμβάλλεται εἰϲ δύναμιν, ὥϲπερ καὶ ἀλλαχοῦ εἰπὲν ὁ ποιητήϲ· ϲίτου καὶ οἴνοιο, τὸ γὰρ μένοϲ ἐϲτὶ καὶ ἀλκή (Ι 706), καὶ πάλιν· ὃϲ δέ κ᾿ ἀνὴρ οἴνοιο κορεϲϲάμενοϲ καὶ ἐδωδῆϲ ἀνδράϲι δυϲμενέϲϲι πανημέριον πολεμίζῃ καὶ τὰ λοιπά (Τ 168 sqq.) . ἔϲτι δὲ καὶ ἑτέρα λύϲιϲ τοῦ ζητήματοϲ, καθ᾿ ὑπερβατὸν ἐξηγουμένων τινῶν οὕτωϲ· μή μοι οἶνον ἄειρε μελίφρονα, πότνια μῆτερ, χερϲὶ δ᾿ ἀνίπτοιϲιν Διὶ λείβειν αἴθοπα οἶνον ἅζομαι, οὐδέ πῃ ἔϲτι κελαινεφἐι Κρονίωνι αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάαϲθαι, μή μ᾿ ἀπογυιώϲῃϲ μένεοϲ ἀλκῆϲ τε λάθωμαι, ἵνα ὡϲ μὴ καθαρὸϲ τὰϲ χεῖραϲ τὸν οἶνον ϲπένδειν θεοῖϲ παραιτῆται καὶ μὴ ὀργήν τινα παρὰ θεῶν λάβῃ διὰ τοῦτο. λύεται δὲ τὸ προκείμενον καὶ οὕτωϲ, ὅτι τὸ μένοϲ διχῶϲ κεῖται, καὶ ἐπὶ θυμοῦ καὶ ὀργῆϲ καὶ δυνάμεωϲ. ἡ μὲν οὖν Ἑξκάβη φύϲει τοῦ πιόντοϲ οἶνον τὴν δύναμιν αὔξειν λέγει, ὁ δὲ μαραίνεϲθαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ πιόντοϲ λέγει ὑπὸ τοῦ οἴνου, ὥϲτε μὴ κεῖϲθαι ἐναντία. μητρὸϲ ἦθοϲ ἀναφαίνεται διὰ τούτου (Ζ 258 sqq)· καὶ γὰρ ἀεὶ φαγεῖν καὶ πιεῖν ἀξιοῦϲι τὰ τέκνα. πιθανὸν δὲ αὐτὸν νοεῖν διψῆν ἀπὸ τῆϲ κινήϲεωϲ τοῦ πολέμου. ὑφαιρουμένη δὲ αὐτοῦ τὴν αἰδῶ καὶ τὸ ϲπείϲηϲ εἶπεν. ὀνίνηϲι δὲ οἶνοϲ μέτριοϲ ποθεὶϲ δύναμίν τε ἐμποιεῖ ὡϲ καὶ τὸ τὸ γὰρ μένοϲ ἐϲτὶ καὶ ἀλκή (Ι 706)· ὁ δέ, ἐπεὶ πραύνει ὁ οἶνοϲ, βούλεται δὲ ἄγριοϲ πρὸϲ τοὺϲ πολεμίουϲ εἶναι, παραιτεῖται. ἢ ὅτι δίχα τροφῆϲ βλάπτει, τιῶν νεύρων καθαπτόμενοϲ, ὥϲ φηϲι Λἁύκοϲ. ἢ ὅτι μετέωρον ἔχει τὸ πνεῦμα, ὡϲ δρομαῖοϲ ἐλθών, ϲπεύδει δὲ καὶ ἀπελθεῖν δρομαῖοϲ. ἄλλωϲ τε ϲτρατιώταιϲ μὲν θράϲοϲ πορίζεται, ϲτρατηγοὺϲ δὲ τῆϲ φρονήϲεωϲ ὑπεκλύει, μόνουϲ δὲ τοὺϲ ἀποκαμόνταϲ ὠφελεῖ, ὁ δὲ ἔτι ἰϲχύει. ἢ ἐν ὑπερβατῷ ἐϲτι· χερϲὶ δ᾿ ἀνίπτοιϲιν Διὶ λείβειν ἅζομαι, μή μ’ ἀπογυιώϲῃϲ μένεοϲ ἀλκῆϲ τε λάθωμαι. ἄλλωϲ τε ὁ μὲν μετὰ πόνουϲ οἶνοϲ ὠφέλιμοϲ, ὁ δὲ πρὸ πόνου ἐπιβλαβήϲ.