Ancient Greek · ~2 min
Ζ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 266
Not analysed yet
266. ἄμφω τὰϲ προτάϲειϲ Ἑκάβηϲ παραιτεῖται ὁ Ἕκτωρ. ἠδύνατο μὲν οὖν ῥᾳδίωϲ κομιϲθῆναι ὕδωρ κελευϲάϲηϲ, ἵνα πρότερον νίψηται καὶ λυθῇ αὐτοῦ ἡ πρόφαϲιϲ. ἀλλ’ οὐ τοῦτο ἦν ἔθοϲ ἀρχαῖον τὸ τὰϲ χεῖραϲ ἀπονίπτεϲθαι μόνον, ἀλλὰ τὸ ὅλον ἀπολούεϲθαι ϲῶμα, ὅπερ οὐκ εὐχερὲϲ Ἕκτορι ἐπειγομένῳ. καὶ πῶϲ ἐντὸϲ τοῖϲ ἑξῆϲ ἀνίπτοιϲ χερϲὶν εύχεται· Ζεῦ ἄλλοι τε θεοί, δότε δὴ καὶ τόνδε γενέϲθαι παῖδ’ ἐμόν, ὡϲ καὶ ἐγώ περ (v. 470. 77); οὐκ ἔϲτι τοίνυν ἐναντίον· οὐ γὰρ ταὐτόν ἐϲτιν ἐπιϲπένδειν καὶ ἁπλῶϲ διὰ λόγων εὔχεϲθαι· τὸ μὲν γὰρ διὰ ϲώματοϲ, τὸ δὲ διὰ ψιλῶν ῥημάτων γίνεται.