Ancient Greek · ~3 min
Ζ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 273
Not analysed yet
273. πῶϲ ὀρθοῦ ὄντοϲ τοῦ Παλλαδίου τὸν πέπλον ἐπὶ γούναϲιγούναϲιν. θεῖναι παρακλεύεται· τὸν θὲϲ Ἀθηναίηϲ ἐπὶ γούναϲιν ἠυκόμοιο; μαί τινεϲ μὲν οὖν φαϲιν ὅτι πολλὰ τῶν Παλλαδίων κάθηται· οἱ δὲ ἀπὸ μέρουϲ τὸ ὅλον ϲῶμα, ὡϲ ἐπὶ τοῦ ἐυκνήμιδεϲ Ἀχαιοί. οἱ ἐπὶ ὅτι γούνατα καὶ τὰϲ ἱκετείαϲ λέγει· φηϲὶ γὰρ ἀλλ’ ἤτοι μὲν ταῦτα θεῶν ἐντὸϲ γούναϲι κεῖται (α 267), τουτέϲτιν ἐντὸϲ τῇ τῶν θεῶν ἱκετείᾳ καὶ δεήϲει. θεῖναι οὖν Ἀθηναίηϲ ἐπὶ γούναϲι τουτέϲτιν ἐπὶ τῇ λιτανείᾳ καὶ δεήϲει θεῖναι τὸν πέπλον. οἱ δὲ ὅτι τῇ ἐπί ἀντὶ τῆϲ παρά εἴωθε χρῆϲθαι, ὡϲ τὸ ποιμαίνων δ’ ἐπ᾿ ὄεϲϲι μίγη φιλότητι (Z 25) ἀντὶ τοῦ παρὰ τοῖϲ ὄεϲϲι, καὶ ἡ μὲν ἐπ’ ἐϲχάρῃ ἧ(Ζ 52) ἀντὶ τοῦ παρὰ τῇ ἐϲχάρῃ. οὕτω γοῦν καὶ ἐπὶ γούναϲιν ἀντὶ τοῦ παρὰ γούναϲιν Ἀλθηναίηϲ.