Ancient Greek · ~6 min
Γ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 281
Not analysed yet
281 sqq. διὰ τί τὸν Μενέλαον ἐποίηϲε μονομαχοῶντα, οὐδὲ γὰρ ἔξ ἴϲου ἦν ἡ μονομαχία. ὁ μὲν· γὰρ Ἀλέξανδροϲ περὶ τῶν ἀλλοτρίων ἐύχετο, ὁ δὲ περὶ τῶν ἑαυτοῦ εἴχετο, ἡττηθεὶϲ δὲ τὰ ἑαυτοῦ ἀπέβαλεν, ὁ δὲ Ἀλέξανδροϲ νικήϲαϲ μὲν τὰ ἀλλότρια ἕξειν ἔμελλεν, ἡττηθεὶϲ δὲ οὐδὲν ἀποβαλεῖν τῶν ἑαυτοῦ. οὕτω δὲ πάϲ ἄν τιϲ βούλοιτο μονομαχεῖν περὶ τοῦ ἀγροῦ τοῦ πληϲίον· νικήϲαϲ μὲν λήψεται, ἡττηθεὶϲ δὲ οὐδὲν ἀποβαλεῖ τῶν ἑαυτοῦ. οὕτω μὲν Ἀλέξανδροϲ ἀνόητοϲ ἦν· περὶ ὧν γὰρ εἰχε καὶ τῶν ἑαυτοῦ ἐκράτει. ἀλλ’ ἴϲωϲ ἀμφότερα είκότωϲ. ὁ μὲν γὰρ Ἀλέξανδροϲ περὶ ὡν εἰχεν ἐμάχετο ἀλλ’ οὐ τῶν ἑαυτοῦ, ἵνα γένηται αὺτοῦ, ὁ δὲ Μενέλαοϲ περὶ τῶν ἐαυτοῦ, ἀλλ’ οὐχ ὧν ἐκράτει ἀλλ’ ἵνα κρατήϲῃ. ἔτι δὲ οὐ μόνον ἔδει αὐτὸν κομίϲαϲθαι τὴν Ἑλένην καὶ τὴν κτῆϲιν, ἀλλ’ ἔτι καὶ τιμὴν Ἀλργείοιϲ ἀποτινέμεν ἥν τίν’ ἔοικεν (v. 286). καὶ διὰ τί ἀβελτέρωϲ τῆϲ μονομαχίαϲ Ἀγαμέμνων ἐπεμελήθη: οὐδὲν γὰρ ἔλαβε βέβαιον οὐδ’ ἐμεϲεγγυήϲατο τὴν Ἑλένην, περὶ ἧϲ ὁ ἀγών, ἀλλ’ ἐπ’ ἐκείνοιϲ ἐγένετο τὸ μὴ ἀποδοῦναι. λύεται δὲ ἐκ τοὴ ἔθουϲ. οὐ γὰρ ν τὸ όρχαῖον τὰ πρὸϲ ἀλλλουϲ διὰ πολλῆϲ φυλακῆϲ, ἀλλ’ ἁπλῶϲ ϲυνέβαλλον, καὶ ἐπιβουλαὶ καὶ ἀπάται οὐκ ἦϲαν, πρὸϲ ἃϲ αἱ τοιαῦται εὐλάβειαι εὺρέθηϲαν. ἐπεὶ διὰ τί Ἀγαμέμνων καὶ Μενέλαοϲ ἀδορυφὸρητοι ἦϲαν, ὧν ἀναιρεθέντων ἐλέλυτο ἂν ἡ ϲτρατιά; ἀλλ’ οὔπω τότε ἦϲαν αἱ πολιτικαὶ ἐπιβουλαί. ὁ δὲ ποιητὴϲ μιμητὴϲ ὤν τὰ ὑπάρχοντα ἐποίει, ἀλλ’ οὐ τὰ μέλλοντα.