Ancient Greek · ~8 min
Γ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 306
Not analysed yet
306. διὰ τί ὁ Πρίαμοϲ τὸν μὲν Ἀλέξανδρον καὶ τὸν Μενέλαον οὐκ ἂν ἔφη δύναϲθαι ἰδεῖν μαχομένουϲ, ἀλλ’ ῷχετο ἀπιών, τὸν δ’ Ἀχιλλέα καὶ Ἕκτορα θεωρεῖ ὃν μᾶλλον ἐφίλει, ἢ ὅτι ὁ μὲν αἴτιοϲ τῶν κακῶν ὤν μονομαχήϲειν ἔμελλεν· ὁ δοὺϲ οὖν τὸ χρῆναι αὐτὸν μονομαχεῖν τῇ τύχη ἐπέτρεψε τὸ τέλοϲ, αὐτὸϲ ἀφιϲτάμενοϲ τοῦ θορύβου. φηϲὶ γὰρ Ζε ὺϲ μέν που τό γε οἶδεν, ὁπποτέρ ῳ θανάτοιο τέλοϲ πεπρωμένον ἐϲτίν (v. 308, 9). ὅπου δὲ οὐ ϲυγκατατίθεται τῇ μάχῃ, πείθεϲθαι δὲ παρακαλεῖ τὸν υἱὸν ἀναχωρεῖν, ἐλπίδι τῆϲ ἀναχωρήϲεωϲ ἐπιμένει, ἱκέτηϲ ἀλλ’ οὐ θεατὴϲ γινόμενοϲ· ἄχρι γὰρ τέλουϲ ἡ ἐλπὶϲ τοῦ πειϲθῆναι δεόμενον κατεῖχεν. οὕτωϲ γὰρ καὶ ἡ μήτηρ πάρεϲτιν, οὐχ ἵνα θεάϲηται μαχόμενον, ἀλλ’ ἵνα μὴ θεάϲηται, είϲελθόντοϲ αὐτοῦ, δεομένη. καὶ ἅμα τῷ ποιητῇ ἡ τραγῳδία ἀνύεται δι οἴκτου ψυχαγωγοῦϲα τὸν ἀκροατήν, τούτων παρήντων. ἔπειτα ἐπὶ μὲν τοῦ Ἀλεξάνδρου ἐπὶ τῷ πεδίῳ ἡ μάχη ἦν, ἐπὶ δὲ τοῦ Ἐκτοροϲ παρὰ τὸ τῆϲ πόλεωϲ τεῖχοϲ. ϲυνεωϲμένων δὲ τῶν μὲν Πρώων εἰϲ τὴν πόλιν, τῶν δ’ Ἀχαίων ἐφεϲτηκότων καὶ τοῦ Ἀχιλλέωϲ θέοντοϲ περὶ τὸ τεῖχοϲ, ἀναγκαῖον ἦν οὐ τὸν Πρίαμον μόνον ἀλλὰ καὶ τὴν ἄλλην ἄπαϲαν ὥχρηϲτον ἡλικίαν παρεῖναι διὰ τὸ μέγεθοϲ τοῦ κινδύνου. πῶϲ οὖν Ἀλεξάνδρου μὲν τὸ μονομαχιον οὐ καρτερεῖ θεωρεῖν, Ἕξκτοροϲ δέ; ἢ ὅτι ὁ μὲν ἐντὸϲ τῷ πεδίῳ ϲυνέβαλεν, ὁ δὲ πρὸ τοῦ τείχουϲ, ἔνθα παρῆϲαν πάντεϲ post h. v. ras. un. litt. τῷ μεγέθει τοῦ κινδύνου καταπληϲϲὸμενοι. ἄλλωϲ τε ἐκεῖνον μὲν ἀπιών ἐῇ πολεμεῖν, εἰ δὼϲ ὀλίγον λειπόμενον Μενελάου καὶ τῶν Δαναῶν ?,θανάτων των cod. πρόξενον γεγονότα, καὶ ὅτι οὐδὲν πρὸϲ ϲωτηρίαν τῆϲ πὸλεωϲ ἐκεῖνοϲ ὡϲ Ἕξκτωρ ἠδύνατο τὸν δὲ μένων ἱκετεύει μὴ πολεμεῖν, τὸ διάφορον ἑκατέρων εἰδώϲ τῆϲ τε ἰϲχύοϲ καὶ τῆϲ πρὸϲ τὴν πόλιν ὠφελείαϲ. ἄλλωϲ τε οὐ θεατὴϲ τοῦ πολεμεῖν ἀλλ’ ἱκέτηϲ τοῦ μὴ πολεμεῖν ἐπιμένει. διὰ τί χωρίζεται ὁ Πρίαμοϲ. καὶ οἱ μέν φαϲιν ὅτι ἵνα ἀφ’ ὕψουϲ κρεῖϲϲον κρείϲϲων cod. θεωρήϲῃ ἀπὸ τῆϲ πόλεωϲ τὴν μονομαχίαν, οἱ δὲ ἵνα φυλάξη τὰ τείχη. ἄλλοι δὲ τὴν Ὁμηρικὴν λύϲιν προίϲχονται, τὸ o ὔπω τλήϲομ’ ὁφθ αλμοῖϲιν ὁρα ϲθαι. ὅπερ ἄμεινον.