Ancient Greek · ~3 min
Θ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 284
Not analysed yet
284. ἐζήτηται δὲ πῶϲ ἐξ ἁπάντων ἐπαινέϲαϲ τὸν Τεῦκρον νῦν ἐπιφέρει νόθον. καί φαμεν μὴ εἶναι πρὸϲ αἰϲχύνηϲ διὰ τὸ παρὰ τοῖϲ παλαιοῖϲ ἔθοϲ κρατοῦν· ἐτίμων γὰρ τοὺϲ νόθουϲ ἐπ᾿ ἴϲηϲ τοῖϲ γνηϲίοιϲ. ἄλλωϲ τε εἰ καὶ αἰχμάλωτοϲ Ἡϲιόνη, ἀλλὰ βαϲιλίϲ. ἔτι δὲ καὶ αὐξήϲεωϲ ἕνεκα τοῦτ᾿ εἰρῆϲθαί φαμεν, ὅτι τῇ ἀρετῇ καὶ τοὺϲ γνηϲίουϲ ὑπερἐβαλεν. οὐκ ὀνειδίζει, ἀλλ᾿ ἐπαινεῖ, ὅτι διὰ τὴν τοῦ τρόπου χρηϲτότητα καίπερ νόθοϲ ὢν οὕτωϲ ἐτράφη. ἄλλωϲ τε διδάϲκει ὅτι οὐκ ἔϲτιν ὄνειδὸϲ τὰ ἴδια ἀκούειν. ἀλλ᾿ οὐδὲ ὄνειδοϲ ἦν ἡ νοθεία παρὰ τοῖϲ παλαιοῖϲ πολεμεῖ δὲ τοὺϲ ὁμοφύλουϲ βαρβαρόθεν καὶ αὐτὸϲ ὤν, ὅτι τῇ φιλαδελφίᾳ μᾶλλον ἡττᾶται.