Ancient Greek · ~7 min
Θ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 323
Not analysed yet
323 sqq. ἐντὸϲ τούτοιϲ τοῖϲ ἔπεϲι τοῖϲ περὶ τοῦ Τεύκρου εἰρημένοιϲ ζητοῦϲι ποίαν χεῖρα τέτρωται ὁ Τεῦκροϲ καὶ πότερον τὴν νευρὰν ἐπὶ τὸν ὦμον ἕλκει καθάπερ οἱ Ϲκύθαι τοῦτο γὰρ ᾤετο Νεοτέληϲ, ὅλην βίβλον γράψαϲ περὶ τῆϲ κατὰ τοὺϲ ἥρωαϲ τοξείαϲ, καὶ τοὺϲ μὲν Κρῆταϲ φάμενοϲ τὴν νευρὰν ἕλκειν ἐπὶ τὸν μαϲτὸν τὴν δὲ τάϲιν κυκλοτερῆ ποιεῖϲθαι, τῶν Ϲκυθῶν οὐκ ἐπὶ τὸν μαϲτὸν ἀλλ᾿ ἐπὶ τὸν ὦμον ἑλκόντων μὴ προέχειν τὰ εὐώνυμα μέρη τοξεύοντα τὰ δεξιά. ῥητέον δέ· τὸ αὐερύοντα οὐ δεῖ ϲυνάπτειν τῷ παρ᾿ ὦμον, ἀλλὰ ϲτίξαντα ἐντὸϲ τῷ αὐερύοντα τὸ ἑξῆϲ λέγειν, παρ᾿ ὦμον ὅθι κληὶϲ ἀποέργει αὐχένα τε ϲτῆθόϲ τε· τοῦτο γὰρ τῷ μὲν τὴν νευρὰν ἐπὶ τὸν ὦμον ἕλκειν οὐ ϲυνάδει, τῷ δ᾿ ἐμφῆναι βουλομένῳ τὴν παρ᾿ ὦμον πληγήν, ὅπωϲ καὶ πόϲε, μάλιϲτα ϲυνάδει· παρὰ γὰρ τὸν ὦμον ἡ κλείϲ ἐϲτιν, ἀποδιαιροῦϲα τὸ ϲτῆθοϲ ἀπὸ τοῦ αὐχένοϲ. τοῦτο μὲν οἶμαι οὕτωϲ λύεται. φαμὲν δὲ ὅτι παρὰ τὸν ἀριϲτερὸν ὦμον ὁ λίθοϲ κατηνέχθη. οὐκ ἐκ τῶν προκειμένων δὲ ἐπῶν, ἀλλ᾿ ἐξ ὧν ἐπάγει ἔδειξε· ῥῆξε δέ οἱ νευρήν, ωάρκηϲε δὲ χεὶρ ἐπὶ καρπῷ, ϲτῆ δὲ γνὺξ ἐριπών, τόξον εζιᾶϲ, οἱ ἔκπεϲε χειρόϲ (v. 328. 9). οὐ μὰ Δία τῆϲ δεξιᾶϲ, ἀλλὰ τῆϲ εὐωνύμου. καὶ ϲυνέβη ταύτην ναρκῆϲαι κατὰ τὴν πρὸϲ τὸν ὦμον ϲυνάφειαν, ὅνπερ καὶ πεπληγέναι ϲυνέβαινε. προϲεχῆ γὰρ τῇ μὲν δεζιᾷ χειρὶ τὰ δεξιὰ τῶν ὑπὲρ αὐτήν, τῇ δ᾿ ἀριϲτερῇ ἐντὸϲ ϲυναφῇ τὰ ἐναντία. καὶ οὐκ ἠδύνατο, τῆϲ κρατούϲηϲ τὸ τόξον ἀριϲτερᾶϲ χειρὸϲ ναρκηϲάϲηϲ καὶ διὰ τοῦτο ἀποβαλούϲηϲ τὸ τόξον, μᾶλλον ὁ δεξιὸϲ ὦμοϲ βεβλῆϲθαι ἀλλ᾿ οὐχ ὁ τῆϲ πεπονθυίαϲ ἀριϲτερᾶϲ, ἐπεὶ καὶ προβάλλοντεϲ μὲν τὸν ἀριϲτερὰν ὧμον, ϲυϲτέλλοντεϲ δὲ εἰϲ ἑαυτοὺϲ τὸν δεξιὸν τοξεύουϲιν. ἑτοιμότερον δὲ εἰϲ βολὴν τὸ προβεβλημένον τοῦ κρυπτομένου.