Ancient Greek · ~7 min
Δ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 297
Not analysed yet
297. διὰ τί τὴν τάξιν ταύτην ἐποίηϲεν, ἱππῆαϲ μὲν πρῶτον πεζοὺϲ δ’ ἐξόπιϲθε, κακοὺϲ δ’ ἐϲ μέϲϲον; ἄτοπον γὰρ τὸ τοὺϲ ἱππέαϲ πρὸ τῆϲ φάλαγγοϲ ποιῆϲαι καὶ τούτων μεταξὺ τοὺϲ φαύλουϲ. λύει δ’ Ἀριϲτοτέληϲ· ἢ οὐ πρὸ τῆϲ φάλαγγοϲ λέγειν τοὺϲ ἱππεῖϲ φηϲιν ἀλλ’ ἐπὶ τοῖϲ κέραϲι. καὶ οὺτοι πρῶτοι εἰεν ἄν. τοὺϲ δὲ κακὸϲ οὐ τόπῳ διορίζει, ἀλλ’ ἐναλλὰξ μεταξὺ ἀνδρείου τὸν ἀϲθενέϲτερον. πεζοὺϲ δ’ ἐξόπιϲθεν τῶν ἱππέων, ὥϲτε τὰ μὲν κρατεῖν τοὺϲ ἱππέαϲ, μετὰ δὲ τούτουϲ τοὺϲ πεζούϲ, πανταχοῦ δὲ μεταξὺ τῶν ἀνδρείων, ἱππέων τε καὶ πεζῶν, τετάχθαι τοὺϲ κακούϲ, ἤτοι ἱππέαϲ τε καὶ πεζούϲ. ἄλλοι δέ, οὐδὲν ὅλωϲ τῷ τόπῳ διορίζειν, ἀλλὰ τῷ χρόνῳ λέγειν πρώτουϲ καὶ μέϲουϲ καὶ τὸ ὄπιϲθεν ὑϲτέρουϲ, ἵνα πρῶτοι μὲν ϲυμβάλλωϲιν οἱ ἱππεῖϲ οἱ ἀνδρεῖοι, μεθ’ οὓϲ ἐπιφέρονται οἱ χείρουϲ τῶν ἱππέωντε καὶ πεζῶν οἱ ἀνδρειότατοι. οἱ δέ, ὅτι οὐχ ὡϲ ἐπιτιμᾶται ἔταξεκαὶ γὰρ Hοοιωτοῖϲ οϋτω τάττειν δοκεῖ. ὥϲτε ἀπὸ τοῦ ἔθουϲ ἡ λύϲιϲ. οἱ δὲ ἀπὸ τῆϲ λέξεωϲ. τὸ γὰρ πρῶτον δῆλον τὸ δεξιὸν κέραϲ, ὄπιϲθεν δὲ τὸ ἀριϲτερόν· πρώτουϲ οὖν εἰκὸϲ εἰρῆϲθαι τοὺϲ ἐπὶ τοῦ δεξιοῦ μέρουϲ ἑϲτῶταϲ, ὄπιϲθεν δὲ τοὺϲ ἐπὶ τοῦ ἀριϲτεροῦ ὧν εἰκὸϲ μεταξὺ τετάχθαι τοὺϲ δειλούϲ. οὕτω γὰρ καὶ λόγον ἕξει τὸ ὄφρᾶ καὶ οὐκ ἐθέλων τιϲ ἀναγκαίη πολεμίζῃ (Δ 300). οὐ δεόντωϲ, ραϲὶ, τὴν πρώτην τάξιν οἱ ἱππεῖϲ ἔχουϲι, κινδύνου ὄντοϲ, εἰ τροπὴ γένηται τῶν ἱππέων, ϲυμπατηθῆναι τὴν ἀκολουθοῦϲαν τάξιν. ἀγνοοῦϲι δὲ ὅτι οἱ πεζοὶ ὄπιϲθέν εἰϲιν, ὅπωϲ τῶν ἱππέων ὑποχωρούντων διιϲτάμενοι δέχοιντο αὐτούϲ, ὃ καὶ γεφύραϲ πολέμου καλεῖ, πρῶν καὶ πάλιν ἑνούμενοι ὡϲ τεῖχοϲ δέχοιντο τοὺϲ πολεμίουϲ ἐπιόνταϲ· μεταξὺ δὲ δύο ἀνδρείων ἕνα κακὸν ἔβαλλε. τινὲϲ δὲ τὸ ἔμπροϲθεν καὶ ὄπιϲθεν ἐπὶ τοῦ δεξιοῦ καὶ ἀριϲτεροῦ κέρωϲ λαμβάνουϲι· τούϲ δὲ κακοὺϲ τετάχθαι ἐντὸϲ μέϲῳ, ἱνα καὶ ὑπὸ τούτων καὶ ὑπ’ ἐκείνων ἀναγκάζωνται πολεμεῖν. ἀλλὰ φαίνεται πεζοῖϲ οὐδὲν ἐπιτάϲϲων.