Ancient Greek · ~4 min
Δ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 334
Not analysed yet
334. εἴτε διὰ τοῦτο ἔϲταϲαν, ἱνα οἱ Πρῶεϲ πρότερον κατάρξωϲιν, εἴτε ἵνα τινὲϲ ἄλλοι τῶϲ Ἐλλήνων ἄμφω δὲ ἄλογα, καὶ τὸ ὑπὸ τῶν Τρώων προκληθῆναι -οὐ γὰρ μικρὰ καὶ τοῦτο βλάπτει —καὶ τὸ ὑπὸ τῶν οἰκείων· δεῖ γὰρ ϲυντεταγμένουϲ ἅπανταϲ πολεμεῖν. ἁρμόζει δὲ μᾶλλον τὸ πρότερον, ἵνα ϲἱ Τρῶεϲ παραβαίνοντεϲ τὰϲ ϲυνῶκαϲ ναὶ τῆϲ. μάχηϲ ἄρξωϲιν. ἀλλὰ τούτῳ δοκεῖ ἐναντιοῦϲθαι τὸ νῦν δὲ φίλωϲ χ’ ὁρό ῳτε καὶ εἰ δέκα πύργοι Ἀλχαιῶν (v. 347 ). ἢ λείπει ἡ κατά εἰϲ τὸ ὁρμήϲειεν ,ὡϲ τὸ (Ξ 488) ὡρμήθη δὲ Ἀκάμαντοϲ ἀκάμαντα L. θέλουϲι δὲ πρὸ ἑαυτῶν ἄλλουϲ ἀλλήλουϲ Lp Ἕλληναϲ ἄρξαϲθαι τῆϲ μάχηϲ, ἀϲυκοφαντήτουϲ ἑαυτοὺϲ ἐκ παντὸϲ πρὸϲ τὸ θεῖον πειρώμενοι ϲῶϲαι. διὸ καὶ δόλιον αὐτὸν καλεῖ Ἀγαμέμνων (Δ 339), ἐπεὶ οὐ φιλέλλην ἀλλὰ φίλαυτοϲ ὁρᾶται. καὶ ὁ μὲν ἕνα πύργον περιμένει, ὁ δ’ ὀνειδίζων δέκα πύργοι Ἀλχαιῶν φηϲιν.