Ancient Greek · ~4 min
Η
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 298
Not analysed yet
298. αἵ τέ μοι εὐχόμεναι θεῖον δύϲονται ἀγῶνα. ἀγῶνα λέγει καὶ τὸν τόπον· λείηναν δὲ χορὸν χῶρον cod. καλὸν δ᾿ εὔρυναν ἀγῶνα (θ 260) καὶ Ἀργεῖοι δ’ ἐντὸϲ ἀγῶνι καθήμενοι (Ψ 448), καὶ τὸ ἄθροιϲμα δέ Ἥρη ηρη cod. μὲν μετ’ ἀγῶνα νεῶν (Υ 33), καὶ τὸ πλῆθοϲ· λῦτο δ’ ἀγών (Ω 1), καὶ τὸ ἆθλον. θεῖον οὖν ἀγῶνα νῦν τὸ ἱερὸν εἶπε καὶ τὸν νεὼν νέων cod. ,ἤτοι θεῖον τόπον ὄντα καὶ θεῖον ἄθροιϲμα περιέχοντα, διὰ τὸ πολλῶν θεῶν ἀνατίθεϲθαι ἐντὸϲ αὐτῷ ἀγάλματα. εὐχόμεναι δὲ ἐμοί, οὐχ ὑπὲρ ἐμοῦ, ὅτι περὶ χειρόνων ἦν ἡ εὐχὴ ἀλλ’ οὐχ ὑπὲρ τοῦ χείρονοϲ ὑπὲρ αὐτοῦ ὡϲ χείρονοϲ ?νῦν (C 376) τὸν ναὸν λέγει. ἀγὼν δὲ ϲημαίνει ε΄· τὸν τόπον, a ὡϲ τὸ λείηναν δὲ χορὸν Vill. cod. χῶρον καλὸν δ’ εὔρυναν ἀγῶνα, τὸ ἄθροιϲμα· ἦλθε μετ’ ἀγῶνα νεῶν Bkk. ; cod. νέων καὶ Παλλὰϲ Ἀθήνη, τὸ πλῆθοϲ, ὡϲ τὸ λῦτο λύτο cod. δ’ ἀγών, τὸ ἆθλον, ἀγῶνοϲ ἆθλα. τὸν ναόν, ὡϲ ἐνταῦθα καὶ αἵ τέ μοι εὐχόμεναι θεῖον δύϲονται ἀγῶνα.