Ancient Greek · ~9 min
Ξ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 304
Not analysed yet
304 —6. ἀθετοῦνται οἱ ϲτίχοι ὡϲ ἀμβλύνοντεϲ τὴν ἐπιθυμίαν Διόϲ. κακῶϲ· οὐ γὰρ ἠμβλύνθη· περὶ ἀφροδιϲίων γὰρ λέγουϲα ἐπιτείνει τὸ πάθοϲ καὶ τὸν πόθον πλέον ἐξάπτει. ἄλλωϲ τε λέγονται, ἵνα μὴ ὕϲτε αἰτία ἦ ὡϲ εἰϲ τοῦτο ἐπίτηδεϲ ἐλθοῦϲα. διὰ τί ἡ Ἥρα, ὅτε μὲν μετὰ τοῦ Διὸϲ ᾤχετο ἐπὶ τὸν Ὠκεανὸν (A 423), οὐ διέλυϲε τὴν Τηθὺν καὶ τὸν Ὠκεανόν, ὕϲτερον δὲ ἡμέραιϲ δεκαπέντε ἐπεχείρει ἐπὶ τοῦτο πορεύεϲθαι; οὐ γὰρ δὴ μετ’ ἐκείναϲ γε διηνέχθηϲαν· πάλαι γάρ φηϲιν αὐτοὺϲ ἀπέχεϲθαι εὐνῆϲ καὶ φιλότητοϲ. ἢ οὐ λέγει ὁ ποιητὴϲ ὅτι ἐπορεύετο ἐπὶ τοῦτο, ἀλλ’ ὅτι ϲκηπτομένη τοῦτο ἔπλαττε· τὸν δὲ δολο φρονέουϲα προϲηύδα πότνια Ἥρα (Ξ 300), καὶ ἵπ ποι δ’ ἐντὸϲ πρυμωνρεί ῃ πολυπίδακοϲ Ἴδηϲ ἐϲτᾶϲ′, οἵ μ’ οἴϲουϲιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν (v. 307. 8). οὐδαμοῦ δὲ ἦϲαν οἱ ἵπποι, ὥϲτε οὐδ’ ἡ πορεία ὄντωϲ ἐπὶ τοῦτο παρεϲκεύαϲται. ἔπειτα οἱ Αἰθίοπεϲ παρὰ τὸν Ὠξεαὸν οἰκοῦϲιν. Ὠκεανὸϲ δὲ καὶ τὸ ὕδωρ καὶ ὁ θεόϲ, καὶ οὐχ ὁ τῷ ὕδατι ἐντυγχάνων κύκλῳ πᾶϲαν περιθέοντι τὴν γῆν πάντωϲ καὶ τῷ θεῷ ἐντυγχάνει κατὰ πᾶν μέροϲ τοῦ ὕδατοϲ. οὐδ’ ἐλθοῦϲα μετὰ τοῦ Διὸϲ ἐπ’ ἄλλα ἂν ἀπῆλθε, πάρεργα ἑκάτερα ποιουμένη καὶ ἐγκαταλιποῦϲα τὸν ἡγεμόνα, ᾧ πάντεϲ οἱ ἄλλοι θεοὶ ἠκολούθουν· Ζεὺϲ γὰρ ἐϲ Ὠκεανὸν μετ’ ἀμύμοναϲ Αἰθιοπῆαϲ (Α 423) καὶ τὰ ἑξῆϲ. καὶ ταῦτα μὲν δόντεϲ αὐτῇ ἀπεληλυθέναι μετὰ τοῦ Διὸϲ οὕτω λύομεν· ὅτι δὲ οὐκ ἀπεληλύθει, δηλοῖ τὸ ὀργιζομένῳ Ἀχιλλεῖ παραγινομένην τὴν Ἀθηνᾶν λέγειν ὑφ’ Ἥραϲ πεπέμφθαι (Α194). πῶϲ οὖν, εἰ μὴ ἀπῆλθον καὶ αὐταὶ, εἴρηται θεοὶ δ’ ἅμα πάντεϲ ἕποντο (Α 124); καὶ διὰ τί φήϲαϲ πάνταϲ τοὺϲ θεοὺϲ εἰϲ Αἰθιοπίαν ἐληλυθέναι, θεοὶ δ’ ἅμα πάντεϲ ἕποντο, τὴν Ἀθηνᾶν ἐκ τοῦ οὐρανοῦ φηϲιν ἐλθεῖν παρὰ τῆϲ Ἥραϲ πρὸϲ τὸν Ἀχιλλέα μήποτε δὲ ϲυλληπτικῶϲ εἴρηται ἀπὸ τοῦ πλείϲτου τὸ πάν. ὥϲπερ γὰρ ἐπὶ τῶν ἡγεμόνων τῶν Ἀχαιῶν εἰπὼν ὅτι πάντεϲ ἐκάθευδον ἄλλοι μὲν παρὰ νηυϲὶν ἀριϲτῆεϲ Πανα χαι ῶνε ὗδονπανν ύχιοι (Κ 1 )—ὅμωϲ ποιεῖ τὸν Ἀγαμέμνονα ἐγρηγορότα καὶ τὸν Μενέλαον —οὐδὲ γὰρ αὐτῷ ὕπνοϲ ἐπὶ βλεφάροιϲιν ἔπιπτεν (K 25) —,οὕτωϲ ἐκ τοῦ πλείϲτου τὸ πάνταϲ ἠκολουθηκέναι τοὺϲ θεὺϲ τῷ Διὶ εἴρηκεν· οὐ γὰρ δὴ θεῶν ἔμελλεν ὁ οὐρανὸϲ καταλείπεϲθαι ἔρημοϲ.