Ancient Greek · ~3 min
314 to 357
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 314-357
Not analysed yet
314 sqq. τίνοϲ ἕνεκεν τοϲοῦτον ἀκρατῆ παρίϲτηϲι τὸν Δία, ὡϲ μὴ δύναϲθαι κρατεῖν ἑαυτοῦ φαμὲν οὖν ὡϲ ἀπελογήϲατο περὶ τούτου ἐντὸϲ οἷϲ φηϲιν ἅ τ’ ἔκλεψε νόον (ν. 217). ἄλλωϲ τε διδάξαι βούλεται τοὺϲ νέουϲ ὁ ποιητὴϲ ὅϲον ἐϲτὶ χαλεπὸν μὴ κρατεῖν τῶν παθῶν, ὅπου καὶ Ζεὺϲ ὁ παγκρατὴϲ πάθει νικηθεὶϲ ἐζημιώθη τὴν ὄνηϲιν, ἣν ἐξ ἀγρυπνίαϲ περιεποιήϲατο. 345. πῶϲ οὖν ὁ Ὕπνοϲ διικνεῖται διὰ τοῦ νέφουϲ ἢ οὐχ ὁ ϲωματοειδὴϲ ὕπνοϲ ἀλλὰ τὸ πάθοϲ. 357 —60. πόθεν μαθὼν ταῦτα ἀπαγγέλλει ἢ ϲυνῆκεν ἐκ τοῦ εἰρημένου ὑπὸ τῆϲ Ἥραϲ· ἢ φὴϲ ὥϲ Τρώεϲϲιν ἀρηγέμεν εὐρύοπα Ζ ῆν’ (v. 265); οὐκ ἀναγκαίωϲ, φαϲὶ, τὸ ἀπόρρητον ἐξήνεγκεν. ἢ πρὸϲ τὸ θαρραλεώτερον ποιῆϲαι Ποϲειδῶνα τὴν τέχνην τῆϲ Ἥραϲ ἐδήλωϲεν.