Ancient Greek · ~30 min
Β
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 305.1
Not analysed yet
305 —329. ἡμεῖϲ δ’ ἀμφὶ περὶ κρήνην ἱεροὺϲ κατὰ βωμοὺϲ μέχρι τοῦ τῷ δεκάτ ῳ δὲ πόλιν αἱρήϲομεν ε ὐρυάγυιαν. περὶ τούτων τῶν ἐπῶν ἠπόρηϲεν ὁ Ἀριϲτοτέληϲ τοιαῦτα· διὰ τί ὁ Κάλχαϲ, εἰ μὲν οὐδὲν ἦν τέραϲ τὸ γινόμενον ,ἐξηγεῖται ὡϲ τέραϲ —τί γὰρ ἄτοπον ὑπὸ ὄφεωϲ ϲτρουθοὺϲ κατέδεϲθαι ἢ τούτουϲ ὀκτὼ εἶναι; —περὶ δὲ τοῦ λίθον γενέϲθαι οὐδὲν λέγει, ὃ ἦν μέγα; εἰ μὴ ἄρα εἰϲ τὸν ἀπόπλουν ἐϲήμαινεν, ὥϲ τινέϲ φαϲιν (οὐκ ἔδει δὲ ἀναμνῆϲαι· εἰκὸϲ γὰρ ἦν ὑπολαβεῖν καὶ εἰ μή τιϲ ἔλεγε ),καὶ τότε ἀξίωϲ ἔλεξε τοῦτο, ὅτι οὐδὲ ἀπέδωκεν ἄν, εἰ ἦν τὸτέραϲ· ἐνάτη γὰρ ἦν ἡ μήτηρ, δεκάτῳ δὲ τὸ Ἴλιον ἥλω. φηϲὶν οὖν μὴ εἰϲ τὸν νόϲτον εἰρῆϲθαι τὰ περὶ τῆϲ ἀπολιθώϲεωϲ τοῦ δράκοντοϲ· διὸ οὐδ’ ἐποίηϲε λέγοντα· οὔτε γὰρ πάντεϲ τεϲ ἄνοϲτοι ἐγένοντο γελοῖόϲ τ’ ἂν ἦν οὐκ ἀποτρέπων τοῦ πλοῦ ἀλλὰ πλεῖν προτρεπόμενοϲ οὓϲ ἐδήλου τὰ ϲημεῖα μὴ ἐπανήξειν. μήποτ’ οὖν, φηϲί, τὸ ϲημεῖον τὸ λίθον γενέϲθαι βραδυτῆτοϲ ϲημεῖον ἦν, ὅπερ ἤδη ἐγεγόνει καὶ οὐκέτ’ ἦν φοβερόν. ἐλήφθη δὲ ἐντὸϲ ἔτεϲιν ἐννέα τοῦ δεκάτου κάτου γὰρ ἔτουϲ ἀρχομένου ἐγένετο, ἀριθμεῖ δὲ τὰ ὁλόκληρα ἔτη, ὥϲτε ϲυνᾴδει ὀρθῶϲ ὁ ἀριθμὸϲ τῶν ἀπολωλότων καὶ τῶν ἐτῶν. οἱ δὲ τὰ περὶ οἰωνιϲτικῆ ϲ τ ῆϲ καθ’ Ὅμηρον γρά ψαντεϲ τὴν μὲν νεοττιάν, ὡϲ ἂν ἐπ’ ἄκραϲ τῆϲ πλατάνου κειμένην τῶν κλάδων, οὖϲαν ἐνάερον εἰλῆφθαί φαϲι πρὸϲ τὴν ἀνεμόεϲϲαν πόλιν, τούϲ τ’ ἐνοικοῦνταϲ ἐντὸϲ αὐτῇ ϲτρουθοὺϲ ϲτρατὸν εἶναι ἀλλοεθνῆ πολλοὶ γὰρ ἐπίκουροι πολλέων ἐκ π ο λίων (v. 130) κατῴκουν τὴν πόλιν πτηνοὶ γὰρ ἀέρι μᾶλλον ἢ χώρᾳ οἰκειότεροι. τὸ δὲ ξύλον τῆϲ πλατάνου, νεαροῦ ξύλου καὶ ὑδρηλοῦ, δι’ οὗ ὁ δράκων ἐπίγειον ἀνύει πορείαν ἐπὶ τοὺϲ ϲτρουθούϲ, θούϲ, ἐδήλου οὖν, διότι πολὺϲ ϲτρατὸϲ, πορείαν ποιηϲάμενοϲ διαπόντιον νηίτηϲ, περάϲαϲ διὰ τῆϲ χώραϲ ἐπιπεϲεῖϲθαι τοῖϲ Τρωϲὶν ἔμελλεν. ἐπίγειοϲ γὰρ ὁ ὄφιϲ· διὰ ξύλου οὖν ἕρπων ὑδρηλοῦ τὴν διὰ νηῶν πορείαν ρείαν ἐδήλου, εἶτ’ ἀπόβαϲιν καὶ διὰ τῆϲ χώραϲ ἔφοδον τοῖϲ τὴν ἠνεμόεϲϲαν μόεϲϲαν κατοικοῦϲι πόλιν. τὸ δὲ π ετά λοιϲ ὑποπε π τη ῶταϲ εἶναι τοὺϲ ϲτρουθοὺϲ δηλοῦν τὸ ἀβέβαιον τῆϲ εὐθαλείαϲ τῶν κατοικούντων τὴν πόλιν· φυλλορροεῖ γὰρ τὰ δένδρα. ϲτρουθοὺϲ δὲ καὶ οὐκ ἄλλα ὄρνεα παρείληφεν, ὅτι ἱερὰ μὲν Ἀφροδίτηϲ ἡ ϲτρουθὸϲ κατωφερέϲτατον δὲ ζῶον καὶ λάγνιϲτον, οἰκεῖοι δὲ τῇ Ἀφροδίτη οἱ Τρῶεϲ καὶ λαγνείαϲ εἵνεκα τὸν πόλεμον ἐνϲτηϲάμενοι, ὥϲπερ τῆϲ Ἀθηνᾶϲ ἱερὸϲ ὁ δράκων, φίλοι δὲ Ἀθηνάϲ οἱ Ἕλληνεϲ, οὓϲ τῷ ϲημείῳ ὁ δράκων ἐϲήμανεν. ὁ δὲ τῶν ϲτρουθῶν ἀριθμὸϲ τῶν ἐτῶν ἐδήλωϲε τὸν ἀριθμόν ἐτήϲιοϲ γὰρ ἡ γένεϲιϲ ὄρνιϲι, καὶ ὀκτὼ μὲν ἔτη, ἐντὸϲ οἷϲ ἦϲαν ἀπόρθητοι, μικρὰ ταῦτα, τὸ δὲ ἔνατον, ἐντὸϲ ᾧ τὸ τέλοϲ, τὸ κεφάλαιον ἂν εἴη τοῦ χρόνου, ὥϲτε οἰκεία ἡ μήτηρ τῷ χρόνῳ τούτῳ. ἐννέα δὲ καὶ οὐ δέκα ὁ ἀριθμόϲ, ὅτι τοῦ πολέμου ὁ χρόνοϲ ἀριθμεῖται, οὐ τῆϲ ἁλώϲεωϲ. τί γὰρ φηϲιν, ὣϲ ἡμεῖϲ τοϲϲαῦτ’ ἔτεα πολεμίζομεν αὖθι (ν. 328), ἐννέα ἔτεα ,ὧν τὸ ἔνατον τὸ κεφάλαιον περιεῖχε τῶν κακῶν καὶ περιοχήν τῶν παρελθόντων ὀκτώ, τῷ δεκάτ ῳ δὲ π όλιν αἱρήϲομεν ϲομεν (v. 329). μετὰ γὰρ τὴν μητέρα τῶν ϲτρουθῶν καὶ τὸ ἔνατον ἔτοϲ ἑτοίμη ἦν ληφθῆναι ἡ νεοττιὰ καὶ ἡ πόλιϲ ἡ τῶν Πρώων. ἡ ἰαχή τε τῆϲ μητρὸϲ καὶ τῶν τριζόντων νεοττῶν τὴν οἰμωγὴν ἐδήλου τῶν ἁλιϲκομένων. ἡ δὲ τοῦ δράκοντοϲ ἀπολίθωϲιϲ κατὰ μὲν Ἀριϲτοτέλην τὴν βραδυτῆτα ἐδήλου καὶ τὸ ϲκληρὸν τοῦ πολέμου, κατὰ δὲ ἄλλουϲ τὴν τῆϲ πόλεωϲ ἐρήμωϲιν καὶ τοῦ μὲν ζωτικοῦ παντὸϲ κένωϲιν τῶν δὲ λίθων καὶ οἰκοδομημάτων κατάλυϲιν, τῶν Τρώων ἁλόντων Ἑλλήνων λήνων ἀποπλευϲάντων. τὸ δὲ δέκατον ἔτοϲ ,ὅπερ διὰ τοῦ δράκονταϲ δεκάτου ὄντοϲ ἐντὸϲ τοῖϲ ϲημείοιϲ ἀριθμεῖται, λαμβανόμενον τὸ αὐτὸ εἰϲ μὲν τοὺϲ Ἕλληναϲ γίνεται λίθοϲ μένων καὶ ἀρίζηλοϲ, πᾶϲιν διακένωμα ὢν καὶ λίθουϲ μεμενηκέναι μενηκέναι τοῦ πολέμου καταλυθέντοϲ, ὥϲτε τὸν δράκοντα ἐπιόντα μὲν δηλοῦν τὴν ἔφοδον τῶν Ἑλλήνων, διὰ δὲ τῆϲ πλατάνου τὴν διὰ τῶν νεῶν γινομένην, κατεϲθίοντα δὲ τοὺϲ ἐννέα ϲτρουθοὺϲ μετὰ τῆϲ μητρὸϲ ϲημαίνειν τὸν ἐνναετῆ πόλεμον, ἀπολιθούμενον δὲ δέκατον ἐντὸϲ τοῖϲ ϲημείοιϲ μείοιϲ αὐτὸν ἐρημίαν δηλοῦν τὴν ἐντὸϲ τῷ δεκάτῳ ἔτει, τῶν Ἑλλήνων ἀποϲτάντων καὶ τῆϲ πόλεωϲ ἐντὸϲ λίθοιϲ μόνοιϲ καταλειφθείϲηϲ, παντόϲ τε τοῦ ἐμψύχου ἔκ τε αὐτῆϲ καὶ τῶν περὶ αὐτὴν καθημένων κενωθέντοϲ· τοϲ· ἐμήνυε δὲ ἡ εἰϲ παράδοξον καὶ θαυμαϲτὸν μεταβολὴ τὴν τῶν κατειργαϲμένων ειργαϲμένων ἐπὶ πλεῖϲτον μνήμην. ἡ δὲ ἕδρα τῶν ὀρνίθων καὶ ἡ ἐντὸϲ τῇ νεοττιᾷ τῶν ϲτρουθῶν καθέδρα ἐδήλου τοὺϲ ἐνδομυχοῦνταϲ καὶ ἐντὸϲ τῇ πόλει κατακλείϲτουϲ Τρῶαϲ. οἱ δὲ βεβαιότερόν φαϲιν εἶναι τὰ διὰ τῶν καθεδρῶν ἢ ὅϲα πετόμενοι ϲημαίνουϲιν ἄρνιθεϲ, ὥϲπερ γὰρ πετόμενοι μηνύουϲι ταχύτερον οὕτω πάντα ἔϲεϲθαι, οὕτω καθεζόμενοι ποιοῦϲι οῦϲι χρόνια καὶ παράμονα. τὸ δὲ καὶ περιπέτεϲθαι τὴν νεοττιὰν τὴν μητέρα ἀεὶ καὶ μὴ πόρρω ἀποχωρεῖν ἐδήλου, ὅτι καὶ οἱ ἐκ τῆϲ πόλεωϲ ἐξιόντεϲ αὐτόθι περὶ τὴν πόλιν καὶ οὐ πόρρω χωρεῖν ἔμελλον, ἀλλὰ ζῆν περὶ αὐτὴν χρειοῖ ἀναγκαίῃ πρό τε παίδων καὶ πρὸ γυναικῶν κῶν (Θ 57). τὴν δὲ νεοττιὰν οὐ διέφθειρεν ὁ δράκων, ὅτι οὐκ ἐξηλίφη λίφη τέλοϲ ἡ πόλιϲ, ἀλλὰ μόνοι οἱ ἐνοικοῦντεϲ, αὐτῆϲ μὲν μενούϲηϲ, τῶν δ’ ἐπελθόντων μετὰ τὴν ἀναχώρηϲιν καὶ πόρθηϲιν ἐρημίαν φοβερὰν καταλελοιπότων καὶ πάντα εἰϲ λίθουϲ περιϲτηϲάντων διὰ τὸ ἄπορον καὶ ἄψυχον τῆϲ χώραϲ, ἐγκαταλελειμμένηϲ καὶ τῆϲ πόλεωϲ. ἅμα δὲ καὶ ὅτι ἡ ἀποϲτροφὴ τοῖϲ Ἕλληϲιν ἀντιτυπήϲ ἐϲτι καὶ ϲκληρὰ ἐδήλου ὁ ἀπολιθούμενοϲ δράκων· ἀπαλλάϲϲεϲθαι γὰρ μέλλων ἤδη τῆϲ νεοττιᾶϲ ἐγένετο λίθοϲ καὶ ἐπὶ τῆϲ ὀδοῦ ἔτι ὤν. τὸ δὲ δένδρον οὖν ἡ ὁδόϲ. ἀλλὰ καὶ ἡ πορεία τοῦ δράκοντοϲ οὐκ οὖϲα ὀρθὴ φύϲει οὐδὲ εὐθεῖαν τὴν ὁδὸν τοῖϲ Ἕλληϲιν ἐϲήμαινεν, ὁποία ἐγένετο καὶ αὐτοῖϲ ἀπιοῦϲί τε καὶ ὑποϲτρέφουϲιν. οὐδὲ τὸ ἐλελιξάμενοϲ πτέρυγοϲ λάβ εν (Β 316) ἐϲτὶν ὡϲ πρὸϲ μαντείαν ἄχρηϲτον· ἐδήλου δὲ τὸν τρόπον καθ’ ὃν τὴν Ἴλιον ἔμελλον ἐκπορθήϲειν οἱ Ἕλληνεϲ· οὐ γὰρ ἐκ τοῦ εὐθέοϲ ἐκράτηϲαν ϲαν καὶ εἷλον, ἀλλ’ ἀναχθέντεϲ ἀπ ὸ τῆϲ Τρωάδοϲ εἶθ’ ὑποϲτρέψαντεϲ, ὃ ἔϲτιν εἰπεῖν ἐλελιξάμενοι. ἡ δὲ πλάτανοϲ διὰ μὲν τὸ ὑδρηλὸν καὶ εὔμηκεϲ ἐδήλου τὴν διὰ νεῷν καὶ ὕδατοϲ μακρὰν πορείαν, διὰ δὲ τὸ ἄκαρπον φύϲει καὶ ὅτι ἄκαρποϲ ἡ πορεία καὶ τοῖϲ ἐπελθοῦϲιν Ἕλληϲι καὶ τοῖϲ ἐνοικοῦϲι τὴν πόλιν τῶν Τρώων· τά τε γὰρ ληφθέντα λάφυρα ἐξ Ἰλίου ἄλλα ἄλλωϲ ἀπώλετο, καὶ οἱ Τρῶεϲ οὐδένα καρπὸν ἔϲχον, μεινάϲηϲ νάϲηϲ αὐτοῖϲ τῆϲ νεοττιᾶϲ ἐντὸϲ ἀκάρπῳ μὲν δένδρῳ φύλλοιϲ δὲ πρὸϲ καιρὸν θάλλουϲιν, αὐτοὶ ἄρδην ἀπολόμενοι. ad scholia excerpta referendum :ὁ δράκων Ἀθηνᾶϲ ἱερόϲ, οἱ ϲτρουθοὶ Ἀφροδίτηϲ χρόνον τε δηϲῆμα λοῦϲιν, ἐπεὶ πτηνὸϲ ὁ χρόνοϲ. ὁ δὲ λίθοϲ, ἐπεὶ οὐκέτι κίνηϲιν ἔλαβεν ὁ πόλεμοϲ. καὶ τὸ μὲν ἐφ’ ὕψουϲ κεῖϲθαι τὴν νεοττιὰν τὴν ἠνεμόεϲϲαν Ἴλιον. οἱ δὲ ὑπὸ τοῖϲ πετάλοιϲ νεοϲϲοὶ τὸ ὀλιγοχρόνιον τῶν Τρώων · μαραινομένων γὰρ ὅϲον οὔπω τῶν φύλλων ἀποπεϲοῦνται. ἡ δὲ ἐνάτη μήτηρ τῆϲ ἐνναετηρίδοϲ τὸν ἔϲχατον ἀγῶνα ἐϲήμανεν. ἡ δὲ διὰ τοῦ ὕδατοϲ πορεία τοῦ δράκοντοϲ τὴν δι’ ὕδατοϲ ἄφιξιν τῶν Ἑλλήνων. τὸ δὲ περιλειφθῆναι τὴν νεοττιὰν τὸ μὴ παντελῶϲ ἠφανίϲθαι τὸν τόπον · οἰκεῖται γὰρ μέχρι τοῦ νῦν. ἡ δὲ ἀπολίθωϲιϲ τὸ δυϲδιεξόδευτον τῶν νόϲτων ἢ ὅλου τοῦ ἀγῶνοϲ παῦϲιν· οὐ γὰρ ἠμύναντο ἔτι τοῦ λοιποῦ τοὺϲ Ἕλληναϲ οἱ Τρῶεϲ. ἢ ὅτι εἰϲ λίθουϲ περιϲτήϲεται τοῦ πολέμου τὸ τέλοϲ. δράκων (v. 308). τούτῳ τοῦτο cod. corr. Dind τὸ ὄνομα ὁ Πορφ ύριοϲ ἐντὸϲ τοῖϲ ζητήμαϲί φηϲι Ϲθένιοϲ· οὕτωϲ γὰρ ἱϲτόρηται Διονυϲίῳ νυϲίῳ ἐντὸϲ τῷ ε τῶν ἀπόρων. ἔνθ’ ἐφάνη (ibid.) . ὅπου ἡμῖν ὤφθη ὁ δράκων. οὗτινοϲ δράκοντοϲ κοντοϲ τὸ ὄνομα ὁ Πορφύριοϲ ἐντὸϲ τοῖϲ ζητήμαϲί φηϲι. λέγει γὰρ αὐτὸν ϲθένιον. οὕτωϲ γὰρ ἱϲτορεῖται Διονύϲιοϲ ἐντὸϲ τῇ πέμπτῃ τῶν ἀπόρων.