Ancient Greek · ~10 min
Γ
Porphyrius, Quaestionum Homericanum ad Iliadem pertinentium reliquiae 315
Not analysed yet
315. 16. ἄλογον δοκεῖ δοκεῖ μὲν ἄλογον Et εἶναι ἐπὶ μόνων τούτων διαμετρεῖν τὸν χῶρον καὶ κληρον η δὲ λύϲιϲ ἐκ τοῦ καιροῦ· υπὲρ γὰρ τῶν ὅλων αiτη μόνη εἰϲήχθη ἡ μάχη. χ ῶρον δὲ διεμέτρεον· οὐ γὰρ ἔδει ἐξελθεῖν, ὡϲ ἄν τοῦ παρεξελθὸντοϲ πεφευγὸτοϲ καὶ διὰ τοῦτο ἡττηθέντοϲ, κἄν ἔξω γενόμενοϲ τὸ χώρου πολεμῇ. ἐπὶ τούτοιϲ οὖν τῶν ϲυνθηκῶν γεγονυιῶν καὶ τῆϲ μάχηϲ δι’ ὅπλων ἀφοριϲθείϲηϲ, ἀφανοῦϲ γενομένου τοῦ Ἀλεάνδρου, τοξευθέντοϲ δὲ τοῦ Μενελάου, καὶ ἀδήλου ὄντοϲ ὑπὸ τίνοϲ, κἄν μήποτε ὑπ’ Ἀλεξάνδρου ἢ ὑπ’ ἄλλου τινόϲ —ὡϲ ἐδηλοῦτο ἐκ τοῦ φάναι τὸν κήρυκα· Ὅν τιϲ ὀιϲτεύϲαϲ ἔβ αλεν τ ὸξων ε ὖ εἰδώϲ (Δ 206)· καὶ τοξεύων δὲ διὰ τοῦτο κρύπτεται· πρόϲθεν γὰρ ϲάκεα ϲχέθον ἐϲθλοὶ ἑταῖροι (Δ 113) καὶ ἐπαγγελία ὅτι ἐάν τιϲ τοξεύϲῃ τὸν Μενέλαον λήψεται δῶρα παρὰ Ἀλεξάνδρου Δ 69 ),καὶ οὐκ ἄλλωϲ ἐκδίδοται ὁ Μενέλαοϲ, καίτοι οὐτοϲ μὲν ἦν ὡπλιϲμένοϲ ἔτι, Ἀλγαμεμνων δὲ καὶ οἱ ἄλλοι ἄοπλοι· πάντωϲ οὑν ἵνα δόξη Ἀλέξανδροϲ αὐτὸν τοξεύειν καὶ διὰ τοῦτο ἀνακεχωρηκέναι ἐκ τοῦ ϲτρατοπέδου εἰϲ δόλον καὶ μηχανὴν κατὰ τὸ Μενελάου πάντα οὖν ταῦτα προῖδόμενοι διαμετροῦϲι τὸν χῶρον καὶ ὅρκοιϲ πιϲτοῦνται τὰ παρόντα, ἱνα ὁ παρελθὼν ἔνοχοϲ γένηται τῆ ἐπιορκίᾳ, ἐπεὶ καὶ ὁ Ἀλέξανδροϲ εἰ παρεξελθών τὸν τόπον ἐξεβλΜενέλαοϲ δ’ οὐτοῦτο ἐγίνετο τῶν ϲυνθηκῶν μὴ ϲωζομένων. ἵν’ οὖν παραϲπονδήϲαντεϲ φωραθῶϲι, περιγράφεται ὁ τόποϲ τοῦ μονομαχίου. ἐκ τούτου λύεται καὶ ἡ αἰτία δι’ ἣν οὐ τὸν Ἀλγαμεμνονα τοξεύει ἢ ἄλλον τινὰ τῶν ἀρίϲτων ὁεὐμαρὲϲ ἂν διὰ τὸ εἰναι ἀνόπλουϲ, ἀλλὰ τὸν Μενέλαον ἔνοπλον ὄντα· δῆλον γὰρ ὅτι ὑποκρίνεται τὸν Ἀλέξανδρον ὁ Πάνδαροϲ, ὡϲ ἂν δὴ τούτου τοξεύϲαντοϲ τὸν ἀνθεϲτῶτα καὶ μηδεμιᾶϲ παρα τῶν ὅρκων ὑπ’ ἄλλου γεγονυίαϲ. διὸ καὶ προϲάγει τὸν Ἀλέξανδρον παρδαλέαν ὤὑμοιϲιν ἔχοντα καὶ καμπύλα τόξα. ἱνα καὶ χρώμενοϲ τούτοιϲ εὐλόγωϲ μετὰ ταῦτα ὑπονοηθῇ. καὶ πῶϲ ἐπὶ Ἕκτοροϲ, ἔνθα Αἴαντι μονομαχεῖ )Η 225), μὴ διαμετρεῖται ὁ τόποϲ; ἢ ὅτι ἐκεῖνοι μὲν περὶ τῆϲ ἀλλήλων ϲφαγῆϲ διαμιλλῶνται, ἐνθάδε δὲ περὶ τῆϲ κοινῆϲ ἐλπίδοϲ ἐϲτὶν ὁ πόλεμοϲ· διὸ οἵ τε ὅρκοι καὶ ἡ γύμνωϲιϲ τῶν ϲτρατῶν, μή πώϲ τιϲ ἔνοπλοϲ ὤν προϲαμύνῃ διεμέτρεον τῷ ϲτρατηγῷ. ἢ ὅτι ἡ διαμέτρηϲιϲ καρτερικωτέρουϲ ἐργάζεται τοὺϲ πολεμοῦνταϲ. ἄλλωϲ τε δὲ δεδίαϲι μὴ τοξὸτηϲ Ἀλέξανδροϲ ὤν δραπετεύϲη τὴν ϲυμβολὴν καὶ τὴν τοξείαν ἀντεπειϲάξη Μενελάῳ. ϲκόπει γὰρ ὅτι καὶ αὐτοῦ μὲν ἀφανιϲθέντοϲ. Μενελάου δὲ τοξευθέντοϲ, οὐκ ἴϲαϲι μὴ καὶ αὐτὸϲ εἴη ὁ τοῦτο δράϲαϲ· φηϲὶ γὰρ Ἀγαμέμνων· ὅν τιϲ ὀιϲτεύϲαϲ ἔβ ἅλε τόξων εὖ εἰδ ὡϲ Τρὠων ἢ Λἁυκίων (Δ 196).